Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. σκότιον τὸν ἐξ ἀδᾳδουχήτων γάμων λέγει. σκότιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ.

*σκότιον τὸν ἐκ λαθραίας μίξεως γεννηθέντα. τὸ δὲ κύριον ὄνομα Σκοτίος.

25. Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, ὡς τὸ “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13, 407). *τὸ ἐπί ἀντὶ τῆς παρά.

27. καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη τῶν θανάτων προλέγει, οὗ δὲ ἐπιλέγει ἀεί ποτε.

35. ταύτην τὴν Πήδασον Μονηνίαν φασὶ τὸ πρότερον καλεῖσθαι· Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀνα- χωρεῖν, πηδήσασά τις παρθένος ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν οὕτως “μὴ σπεῦδ᾿ , Ἀχιλλεῦ. πρὶν Μονηνίαν ἕλῃς· ὕδωρ γὰρ οὐκ ἔχουσι· διψῶσιν κακῶς.” ὁ δὲ περιμείνας ὑπέταξε τὴν πόλιν, καὶ Πήδασον ὠνόμασε διὰ τὴν παρθένον.

37. ζωὸν ἕλ᾿ ] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος. ἀτυζομένω] ἀπὸ τοῦ ἄττω, ἀτῶ, ἀτύσω, Αἰολικῶς ἀτύζω.

39. μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐπὶ Δόλωνος “θῆκεν ἀνὰ μυρίκην” (Il. 10, 466). ἀγκύλον δὲ διὰ τοὺς τροχούς.

[*](2. Πήρεχον] *Τήρεχον 623 bis: in B priore loco μενήνειαν, 4. * νήματα] νάματα altero μενηνίαν. 6. ἀβέρβηλον] Sic correxi pro 21. πηδήσασά τις] *Πεισιδίκη ἀβέρβελλον (* ἀβέρβερε). Hoc voca- 23. ἔχουσι] *ἔνεστι cum Eusta- bulum Hesychius et Suidas expli- thio. cant inter alia per πολὺ, ἐπαχθὲς, 26. ἀπὸ τοῦ ἄττω ἀτῶ ἀτύσω μέγα, βαρύ. (ἀτύω Philemo p. 278, ἀτύσσω Etym. M. 19. *Μονηνίαν alii codices, ut p. 168)] *ἄτω ἄττω ἀτύω ἀτύσω hic et infra ap. Eustathium p.)
278

40. ῥυμῷ] ἐνταῦθα ἢ τὸν ἄξονα λέγει, ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. ἄμεινον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).

αὐτὼ μέν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.

46. ἄξια δέξαι ἄποινα] οὐχ ὥρισε ποσότητα, ἀλλ᾿ ἐν ἑαυτῷ τὸν ἀριθμὸν κατέλιπεν. ἀπὸ δὲ διηγηματικοῦ εἰς μιμητικὸν μέτεισιν.

48. πολύκμητος] ὁ ἤδη εἰργασμένος, ἢ ὁ πολλοὺς κάμνειν (ὅ ἐστιν ἀποθνήσκειν) ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος· ἢ ὁ δυσκατέργαστος. ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπι- στήσῃ.

49. χαρίσαιτο] μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι περιεκάλυψεν.

51. τῷ δ᾿ ἄρα θυμόν] μαλθακός ἐστιν αἰχμητὴς, ὅτι λόγος πολε- μίου τὴν ψυχὴν αὐτοῦ ὤρινεν.

53. καταξέμεν] ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.

54. ἦλθε θέων] ἦλθε πρὸ τοῦ συνθέσθαι Μενέλαον. τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει, ἀντίον, ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ σ, ἀντίος· ὃ καὶ ἄμεινον.

56. ἦ] περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. πολὺ δὲ τὸ ἦθος ἐμφαίνει, λέγων ἆρα καλὰ πέπονθας πρὸς αὐτῶν.

58. στικτέον εἰς τὸ ἡμετέρας.

μηδ᾿ ὅντινα γαστέρι μήτηρ] μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλι- κῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς, καὶ ἢ φωναῖς τισὶν ἐξακουομέναις ἢ δι᾿ ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. δεκτέον δὲ λέγειν ὅτι εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆς ἐπιορ- κίας, ἦν ἂν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβα- σιν, οὐκ ἐπαχθῆ· σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται, τὸ [*](31. δεκτέον δὲ λέγειν ὅτι] *λεκτέον 32. *ἂν] om. δὲ ὅτι 33. ἐπαχθῆ] *ἐπαχθὴς Ἀγαμέμνων)

279
μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρκων· τάχα γοῦν καὶ ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως τε πρᾶος μέν ἐστι τοῖς ἀρχομένοις, βαρὺς δὲ τοῖς ἀντιπάλοις· τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ.

60. ἀκήδεστοι] μὴ ἔχοντες τὸν κηδεύοντα. ἄφαντοι δὲ, ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.

62. αἴσιμα] τὰ πρέποντα τοῖς ἀδικουμένοις. ἐμαρτύρησε δὲ αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους. ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργητον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθεὶς, νῦν δὲ τρωθεὶς ἐπὶ σπονδαῖς, φείδεται τοῦ πολεμίου.

66. μακρόν] ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν· ἢ καὶ αὐτὸς ὑπὸ τῆς χαρᾶς ἐπιρρώννυται.

70. κτείνωμεν] τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν, δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. τακτικὸς γάρ ἐστι καὶ καλῶς παραινεῖν οἶδε. νεκροὺς δὲ λέγει τεθνειῶτας τὸ ὂν δηλῶν, ὡς τάφρον ὀρυκτήν. ὁ δὲ Ζηνόδοτος “Τρώων ἀμπεδίον συλήσομεν ἔντεα νεκρῶν,” ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ. ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον, ὡς τὸ “ἀλλ᾿ ἄγεθ᾿ , ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες” (ΙΙ. 2, 139)· ὤφειλε γὰρ πείθεσθε. καὶ “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσιν” (ΙΙ. 18, 298). ἔδει γὰρ εἰπεῖν ἑλώμεθα.

73. ἔνθα κεν αὖτε Τρῶες] λίαν οἶδε τὸ τῆς εἱμαρμένης ὁ ποιη- τὴς, ὡς καὶ ἐπὶ Ἀχιλλέως. καὶ νῦν οὖν ἀπεφθάρησαν ἂν, εἰ μὴ ἱκέτευσαν.