Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

902. ὡς δ᾿ ὅτ᾿ ὀπὸς] οὕτω καὶ τὸ φάρμακον, φησὶν, συνέπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων.

*ὀπὸς ἡ παρὰ τοῖς ἰδιώταις λεγομένη πιτύα. ἔνιοι δὲ λέγουσι τὸν ἀπὸ τῶν σύκων ὀπόν· βέλτιον δὲ τὸ πρῶτον.

903. κυκόωντι] δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος.

905. ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ.

907. αἱ δ᾿ αὖτις] καλῶς οὐ πάρεισιν ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσι· προετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.

1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει. τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἐπάγει τοὺς θεοὺς, καὶ ἐξέ- τασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὅλυμπον ἀπίασιν, Ἀπόλ- λων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους. τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. φύλοπις δὲ ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ᾿ ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλήνων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰκείου πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· “κρῖνε” γάρ φησιν “ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγαμέμνον” (ΙΙ. 2, 362).

*φύλοπις] ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους.

2. ἔνθα καὶ ἔνθ᾿ ] ἢ ἐν τῷ διώκειν καὶ φεύγειν, ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ πολυάϊκος πολέμοιο (ΙΙ. 1, 165). ἴθυσε δὲ τὸ ἰθὺς ὥρμησεν.

[*](3. *συνέπηξε] ἔπηξε 18. *πρὸς Φδρυγίαν] πρὸς om.)
275

4. πρότερον ἐγέγραπτο “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ στομαλίμνης·” ὕστερον δὲ Ἀρίσταρχος ταύτην τὴν γραφὴν εὑρὼν ἐνέκρινεν. Χαῖρις δὲ γράφει “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος.”

Ξάνθοιο] διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ἄτιμον εἶναι. πολλάκις δὲ καὶ ἐφ᾿ ὧν τὸ μέτρον οὐ κωλύεται, διττὰ ὀνόματα τάττει· “χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν” (ΙΙ. 15, 291) “ὃν Βριάρεων καλέουσι θεοὶ, ἄνδρες δέ τε πάντες Αἰγαιῶνα” (ΙΙ. 1, 403)· “ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα” (ΙΙ. 2, 813). διὰ ταύτην τὴν αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα περιτίθησι τὸ Ἀστυάναξ. εἰ δέ τις ἐπιζητεῖ πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ καὶ Σκάμανδρον τὸν ποταμόν φησιν, ἴστω ὅτι ψεύδους παρεῖχεν ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτὲ τὸ κύριον.

5. Αἴας δὲ πρῶτος] τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ῥησσομένη ἡ φάλαγξ καὶ τὸν στρατὸν παραβλάπτουσα· καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως καὶ τοὺς θλιβομένους ὑπὸ τῆς τοῦ πολέμου ἀχλύος ἡ τοῦ Αἴαντος ἐπέλαμψεν βοήθεια.

6. * ζητεῖται πῶς Αἴας ἀνελὼν τὸν Ἀκάμαντα “φόως δ᾿ ἑτά- ροισιν ἔθηκε,” μήπω ἀριστείας αὐτοῖς παραδεδομένης. ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸς ἔδοξεν ὁ Ἀκάμας εἶναι, καθὸ ὁ Ἄρης αὐτῷ ἀπείκασται πολλοὺς Ἑλλήνων ἀναιρῶν.

9. κόρυθος φάλον] τὸ τῆς περικεφαλαίας λαμπρὸν, τὸ προμετω- πίδιον.

10. τινὲς τὸ μετώπω δυϊκῶς. καὶ ἀλλαχοῦ γάρ φησιν “ἐμῆς κόρυθος λεύσσουσι μέτωπα” (ΙΙ. 16, 70).

12. Ἄξυλον] οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ ἄγειν, ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος. τινὲς δὲ τὸν ξύλα δαπα- νῶντά φασιν, ἐπιτάσει τοῦ α.

[*](3. *ἐνέκρινεν] ἐπέκρινεν τὴν τῶν ἐπιφανῶν ὁμοιότητα * Χάρης (recte Χαῖρις La Roche 23. μήπω] τῆς Vill. Textkr. p. 81) δὲ γράφει] ἄλλοι δὲ 25. ἀπείκασται] ἀπείκα 15. * ἐπιφαίνων τὴν ὁμοιότητα] ἐπὶ)
276

14. ἀφνειὸς βιότοιο] πλούσιος τῷ βίῳ. δηλονότι δι᾿ ὅλης πλουτῶν τῆς ζωῆς.

15. πάντας, φησὶ, τοὺς παρατυγχάνοντας. ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν.

*Πορφυρίου. τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔστι τὸ παρὰ τὴν ὁδὸν οἰκῶν, ἀλλ᾿ ἡ ἐπί δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς· ἐπεὶ τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ οἰκῶν ἐν αὐτῇ ἐπάνω γῆς οἰκεῖ. οὕτως ἔφη καὶ τὸ “τὴν μὲν ἔπειτ᾿ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεύς” (ΙΙ. 1, 440), ἤγουν παρὰ τὸν βωμὸν, ὅτι κυρίως βωμὸς κατασκεύασμα ἐλέγετο ἀναβαθμοὺς καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆς γῆς· διὰ τοῦτο οὖν ἐπὶ βωμὸν Ὀδυσσεὺς ἄγει. καὶ οὗτος μὲν ὁ βωμὸς θυήεις, εἰς ὃν ἀναβαίνειν ἔστιν. ἔστι δὲ καὶ ἄλλος ὅπου τὰ ἅρματα ἐτίθετο· “ἅρματα δ᾿ ἂμ βωμοῖσι τίθει” (ΙΙ. 8, 441). καὶ ἐπὶ τούτου οἰκείως χρησάμενος τῇ ἀνά προθέσει, καὶ τὸ “ἥδ᾿ ἧσται ἐπ᾿ ἐσχάρῃ” (Od. 6, 305) σημαίνει ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τῆς ἐσχάρας, καὶ τὸ “γενεὴ δέ τοι ἔστ᾿ ἐπὶ λίμνῃ Γυγαίῃ” (ΙΙ. 20, 390), ἡ γένεσις καὶ ἡ γονὴ καὶ ὁ τόπος ἐν ὕψει τῆς λίμνης.

16. ἀλλά οἱ οὔτις] δοκεῖ ἡ προσθήκη αὕτη τὸ κάλλιστόν τε καὶ βιωφελὲς ἐξευτελίζειν ὡς οὐκ ὂν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν᾿ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ “οὐδὲ ἑκηβολίαι” (ΙΙ. 5, 54)· ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖός τίς ἐστιν μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθα- ρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

17. πρόσθεν ὑπαντιάσας] ἢ ὑπερασπίσας, ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ᾿ ὑπερβατόν· ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα, τουτέστιν ἀμφοτέ- ρων ἀφελόμενος τὸν θυμὸν αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ σῶμα λείπεται.

19. πλεονάζει ἡ ὑπό, ὡς τὸ ὑποδμώς. ἢ ὅτι καὶ ὁ παραβάτης ἡνίοχος λέγεται, ὡς τὸ “θρασὺν ἡνίοχον φέροντες Ἕκτορα” (ΙΙ. 8, 89). τὸ δὲ γαῖαν ἐδύτην φησὶν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο.

[*](5. *Πορφυρίου] om. 6. Post οἰκῶν signum scholii finiti (:—))
277

21. Αἴσηπον] οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον Πήρεχον τὴν Πήδασον λέγουσιν.

22. Νηΐς] ἢ παρὰ τὰ νήματα ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ τὰς λεγομένας Νηΐδας νύμφας ἐν ἑλώδεσιν ὄρεσι διαιτᾶσθαι. τὸ δὲ Ἀβαρβαρέη κύριον· λέγει δὲ τὸ πολὺ καὶ χυδαῖον ἀβέρβηλον.

23. ἀγαυοῦ] τῷ γένει ἢ τῷ κάλλει· τὸν γὰρ Λαομέδοντος τρόπον οὐκ ἐπαινεῖ, ἐπειδὴ τοὺς περὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα θεοὺς ἠδί- κησε, καὶ αὖθις Ἡρακλέα.