Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

141. ἀγχηστῖναι] οὕτως γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. ἤτοι δὲ τὰς ζώσας φησὶν ἢ τὰς καταβαλλομένας. διὰ δὲ τοῦ κέχυνται τὸ πλῆθος δηλοῖ, ὡς τὸ “μελισσάων ἀδινάων” [*](1. ἐνδότατον] ἐνδότα 22. *ὃς] ἃς)

239
(ΙΙ. 2, 87) καὶ “μῆλ᾿ ἀδινά” (Od. 1, 92). ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα.

142. ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δὲ, εἴγε καὶ ὑψηλῆς οὔσης τῆς αὐλῆς ἅλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ “Τρώων ὁρμήσειαν” (Il. 4, 335)· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν.

143. ὣς μεμαώς] δῆλον ὅτι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίω- σιν. οὐκέτι δὲ καθ᾿ ἕνα, ἀλλὰ σύνδυο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.

147. πλῆξεν] ἀπὸ μετοχῆς εἰς ῥῆμα, ὡς τὸ “ἰοῖσίν τε τιτυσκό- μενοι λάεσσί τ᾿ ἔβαλλον” (Il. 3, 80).

150. καὶ ἄλλως ἔστιν εἰπεῖν οἷσπερ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. ἔστι γὰρ ἕν τι τῶν ἀμφιβόλω· ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχομένοις, ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται. οὐχ ὅτι οὐδαμῶς ἔκρινεν αὐτοῖς ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους καὶ τὰ συμβησόμενα ἐμαν- τεύσατο, ἀλλ᾿ ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους.

ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. ἔστι δὲ ὅμοιον τῷ “ἀλλ᾿ οὔ οἱ τότε γε χραῖσμ᾿ Ἄρτεμις” (53).

153. *τηλυγέτω] ὅτι μὲν ὁ τηλύγετος δηλοῖ παῤ αὐτῷ καὶ τὸν μόνον γενόμενον παρίστησι τὰ ὑφ᾿ Ἑλένης περὶ Ἑρμιόνης λεγόμενα “παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν” (Il. 3, 175). ση- μαίνει δὲ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐνταῦθα· ὡς ἐπὶ δυοῖν γὰρ γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη “ἄμφω τηλυ- γέτω· ὁ δ᾿ ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ᾿ οὐκ ἔτεκ᾿ ἄλλον.” ἐπὶ τοίνυν τοῦ Ἰδομενέως, ὅταν λέγῃ “ἀλλ᾿ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς” (Il. 13, 470), ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονο- γενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ “ἔνθα, μεσαιπόλιός περ ἐὼν, Δαναοῖσι κελεύσας, Ἰδομενεὺς Τρώεσσι μετάλ- μενος ἐν φόβον ὦρσε (ib. 361). παρέχει δὲ τὴν ἀμφίβολον ἐκ- δοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰνείου [*](29. * μὲν ἀκοῦσαι] ἀκοῦσαι μὲν *μονογενῶν] ὁμογενῶν)

240
“δεῦτε φίλοι καί μ᾿ οἴῳ ἀμύνετε, δείδια δ᾿ αἰνῶς” (ib. 481)· ἐκ γὰρ τοῦ οἴῳ ἀμύνετε τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον. ὅταν δὲ ὁ αὐτὸς πάλιν ἐπάγῃ “καὶ δ᾿ ἔχει ἥβης ἄνθος, τε κράτος ἐστὶ μέγιστον· εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾿ ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην,” ἀμφίβολον γίνεται, μὴ ὅτι μὴ τηλύγετόν γε ἔοικεν ἐπὶ τοῦ μὴ ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος “οὗτος δὲ προτέρας γενεῆς προτέρων τ᾿ ἀνθρώπων” (Il. 23, 790). ἀλλ᾿ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς.

μεθ᾿ σὓς οὐκ ἐπαιδοποίησεν ὁ πατὴρ, οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ τεχθέντες. ἐλέγχει δὲ τοὺς ἐπὶ γήρᾳ οἰομένους δεῖν παιδο- ποιεῖν, ὅπως διαδόχοις χρήσαιντο, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.

158. χηρωσταί] οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. χηρωσταί δὲ ὡς ἀθληταί. προληπτικῶς δὲ τοῦτό φησιν· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.

162. εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ ἴδια ἔρχεται. ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς τὸ “εἰ δέ κ᾿ Ἄλρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20, 138).

166. *ἀλαπάζοντα] κενοῦντα· διὸ καὶ Ἀθηναῖοι τὰ κενώματα λάπαθα καλοῦσιν, ἐκ μεταφορᾶς τῆς λαπάθου καλουμένης βοτάνης. ἡ γὰρ λάπαθος κενωτική ἐστι τῶν κατὰ γαστέρα παθῶν· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαπάζοντα.

167. βῆ δ᾿ ἴμεν] τὸ ὁμοειδὲς ἐκκλίνει, καὶ πρόθυμον Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.

169. εὗρε Λυκάονος υἱόν] αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντι- καθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.

171. πτερόεντες ὀϊστοί] οἰκεῖα τὰ ἐγκώμια τῶν ὀἵστῶν τῇ προ- τροπῇ, ὡς εἰς αὐτὸν ἀφορώσης μόνον τῆς τῶν Τρώων σωτηρίας.

172. *οὔτις] κατὰ ἀπόφασιν, ἀντὶ τοῦ οὐδείς.

177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει. οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει.

[*](2. *ἐκδέξασθοι] εἰσδέξασθαι 4. γε] om. 5. ὅτι Vill.] ὃ)
241

178. κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.

182. καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ᾿ αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ᾿ ὅτε καὶ μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς.

*αὐλώπιδι] περικεφαλαίᾳ αὐλίσκον ἐχούσῃ καθ᾿ ὃν πήγνυται ὁ λόφος. τρυφαλείᾳ δὲ τῇ φάλους ἐχούσῃ τρεῖς· φάλοι δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι ἢ ἀστερίσκοι.

191. οὐκ ἐδάμασσα] ἠθικῶς φησὶ διὰ τὸ μὴ ἀναιρεθῆναι αὐτόν.

193. ἀλλά που ἐν μεγάροισι] κερτομεῖ τὸ ἑαυτοῦ φιλάργυρον, ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας χρημάτων φειδοῖ.

194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως, ἢ νέοι. ὅρα τὸν φειδωλὸν καὶ ἀχράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους, καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων.

196. ἐρεπτόμενοι] κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.