Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι, κρύπτεται δὲ ταῖς Τρωάσιν.

399. δαιμονίη] παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν.

400. ἦ πή με] τὸν ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ ἐγκλιτικόν· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόρι- δὲον.

δίχα τοῦ ι τὸ προτέρω· ἀπὸ τοῦ προσωτέρω γάρ ἐστιν.

402. κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ εἰπεῖν, οὔ τί με λανθάνεις ἐφʼ ᾧ ἦλθες.

411. πορσυνέουσα] εὐτρεπίζουσα, ὡς τὸ “λέχος πόρσυνε καὶ εὐνήν” (Od. 3, 403. 7, 347). τὸ δὲ ἑξῆς οὕτως, οὐκ εἶμι ἐκεῖσε πορσυνέουσα τὸ ἐκείνου λέχος. τὸ δὲ νεμεσσητόν διὰ μέσου. μωμήσονται γάρ με, φησὶν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.

414. μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μιση- θῆναι, ὡς καὶ φιληθῆναι ἐποίησα. τὸ ἀνεξίκακον δὲ τῆς θείας ἐδήλωσε φύσεως· “θεὸς γὰρ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, | ἀλλʼ ὡς λέβης τοῦ μείζονος δεῖται πυρός.”

416. καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοὶ, ὡς αἱ Mοῦ- σαι ἐπὶ Θαμύριδι.

420. σιγῇ] διδάσκει μὴ θρασείας ποιεῖσθαι πρὸς τοὺς ὑπερέ- χοντας τὰς ἀποκρίσεις.”

422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο] ἔδει γὰρ αὐτὰς χωρίζεσθαι ὡς ἀνδρὸς καὶ γυναικὸς τὰ συνήθη πρασσόντων.

423. δῖα γυναικῶν] ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται.

424. φιλομμειδὴς Ἀφροδίτη] τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλ- λακται. τὸν δὲ δίφρον εἰ μὲν ὡς γραῦς τίθησιν, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (Od. 19, 34). καὶ οὐ θαυμαστὸν εἰ ἀδελφῇ ὑπηρετεῖται· ἐπάγει γὰρ τὸ κούρη Διός.

*ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς τὸν Ἀλέξανδρον τὴν [*](4. *ῆθελε] ἦλθε “σμικροῖσιν] σμικροῖς 19. θεὸς γὰρ] ὁ θεὸς Valcken. ad 20. *τοῦ] om. Hippol. p. 179. Praestat θεὸς δ᾿. 27. *διοτάτη] διωτάτη )

189
Ἑλένην. ἀγνοοῦσι γὰρ ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἣ μεσῖτίς ἐστιν ἀεὶ καὶ διάκονος μειρακιώδους ἐπιθυ- μίας. αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρου κινεῖ τὸν πόθον, Ἀλεξ- άνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δʼ Ἑλένης μετανοεῖν ἀρ- χομένης. διὸ δὴ κατʼ ἀρχὰς ἀντειποῦσα τοὔσχατον ὑπείκει, μεταξὺ δύο φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.

425. ἀντίʼ] θέα γὰρ ἐρώτων συνεργός· ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται τὸ τοὺς ἀνθοώπους ἐρᾶν.

427. ὄσσε πάλιν κλίνασα] ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.

428. πλανώμενοι τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτον ἐᾷ.

431. βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχεϊ τοῖς ἀμυντηρίοις. ἠθικῶς δὲ αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ τῶν ἐρώντων ἐπʼ ἀνδραγαθίαις αὐχεῖν.

434. παύεσθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη κατὰ τὰ Διὶ δεδογ- μένα. διὰ τοῦτο ἐκδειματοῦσα ἀρηΐφιλόν φησι Μενέλαον. τὸ δὲ παύεσθαι ἐνεστῶτος, οὐ παύσασθαι. τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν.

439. νῦν μὲν γὰρ Μενέλαος] οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπο- λογίαι. διὰ τὴν Ἀθηνᾶν φησὶ νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νιλήσειν δὲ ὑπισχνεῖται τὸν Μενέ- λαον, οὐδὲ μετὰ τὴν ἧτταν τὴν ἀλαζονείαν ἀφείς.

[*](2. *ἣ] ἣ ἀνθρώποις ἐρᾶν. Qui poetae ignoti 4. * ὀφιδρύσει] ἀφιδρεύσει versus est a multis memoratus, 7. * φερομένη] φερομένων quos indicavit Leutsehius ad Dio- 9. Hic novi in B acholii ini- geniani Proverb. 4, 49 vol. 1 p. tium cui lemma ἀντίʼ praefixi. In 239 cum levi scripturae diversi- A hoc scholion cum superioris tate, recte scriptus apud Hesychi- scholii (ad v. 424) verbis φιλομειδής: um s. v. ὀμμάτειος πόθος, ἐκ τοῦ γὰρ τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλλακται ἐσορᾶν γίγνετʼ (codex γίγνεται) ἀν- coniunctum est, sic scriptum sine θρώποις ἐρᾶν, qualem versum mani- lemmate ἡ θεὰ γὰρ αὕτη ἐρώτων festum est ab vetere poeta Attico συνεργός· ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται scribi non potuisse. )
190

440. κεῖνον δʼ αὖτις ἐγώ] βραχὺ διασταλτέον εἰς τὸ ἐγώ, καὶ τὸ νικήσω ἐκδεκτέον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν.

441. τραπείομεν] τερφθῶμεν. κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ.

φιλότητι τραπείομεν εὐνηθέντε] πῶς, φασὶ, μετὰ τοσαύτην αἰσχύνην ὀργᾷ: ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι τῷ πολεμίῳ ἔσπευσεν. ἢ ὅτι ὧν στεροίμεθα ἂν, τούτων ἐρῶμεν.

*Πορφυρίου. διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον, ὥστε μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφρο- δισίων μεμνημένον εὐθὺς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα, καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρω- τικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γὰρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ, ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπι- θυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ, ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατή- φειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ, ὅτι τῆς Ἑλένης ἀνακτώ- μενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρωτα ἐπιτετάσθαι λέγει· ἐνόμιζε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν διʼ ἃ συνέθετο, ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν, ἐπί τε τῆς οἰκίας ἀσελγῆ καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.

442. ἀμφεκάλυψεν] ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ τῶν θηρευτικῶν δικτύων.