Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

363. διατρυφέν] τὰ γὰρ ὑπερβάλλουσαν ἀλκὴν ἔχοντα μᾶλλον εὔθρυπτα.

*διὰ τί δὲ ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ ἐσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο, τῷ λογισμῷ ἐκπλαγεὶς τῷ κινδύνῳ. ἢ πάντως ζῶντα εἰς Ἕλληνας ἑλκύσαι ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. ἢ καὶ δι᾿ οἰκονομίαν ὁ ποιητὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ.

365. Ζεῦ πάτερ] φιλεγκλήμονες γὰρ καὶ ἐλεγκτικοὶ οἱ ἀτυχεῖς. ὀλοώτερος] ὀλέθρων αἰτιώτερος. ἀναιρουμένου γὰρ Ἀλεξάνδρου τὰ τῆς μάχης ἐλύετο.

*τί οὖν βλασφημεῖ ὁ Μενέλαος; ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσᾷ· ἀρετῇ γὰρ οἰκείᾳ οἶδε πάσχων ἅπερ οὐκ ἔδει, καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.

366. ἐφάμην] Ἀττικῶς πέφρασται, ὡς τὸ “ἐγραψάμην Φίλιππον κλοπῆς παρὰ βραχὺ, εἰ μὴ ἐσφάλη.”

369. καὶ ἐπαίξας] εἴδωλον Ἀλεξάνδρου καταλιμπάνει τῇ ὑποθέσει, τριχῆ φονεύσας αὐτὸν δόρατι, ξίφει, αἰχμαλωσίᾳ.

370. ἕλκε] διὰ τοῦ ῥήματος τούτου παρέτεινεν αὐτοῦ τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ καὶ τοῖς ὅπλοις ἀπογνοὺς, ἢ καὶ ὅτι ἴσον θανάτου ἦν τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλό- μενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν ἢ συντόμως ἀνελών.

* Πορφυρίου. ἄλογον τὸ μὴ σπασάμενον τὸ ἐκείνου ξίφος δια- χειρίσασθαι αὐτόν. λύεται δʼ ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοσούτῳ ἀγῶνι οὐκ εἰκὸς ἅπαντα συνορᾶν. εἰ μὴ καὶ ἐκ τῆς λέξεως· λέγει 355, *διὰ τί τὸν Μενέλαον—ἥντινʼ ordo in codicibus Scorialensi et ἔοικεν, quod cum Bekkero apposui Harleiano, in quibus utrique scho- versui 100 supra p. 164, 30—165, lio praescriptum Πορφυρίου. [*](9. Tum scholion καὶ (καὶ omise- 7. τῷ λογισμῷ] *τὸν λογισμὸν runt Vill. et Bekkerus et abest ἐκπλαγείς] *ἐκκλαπείς ab aliis codicibus) διὰ τί ἀβελτέρως * πάντως ζῶντα εἰς Ἕλληνας ἑλκύσαι] —ἀλλʼ οὐ τὰ μέλλοντα, quod Bek- πάντως ἔλλη ἐκγῦ kerus apposuit versui 291, supra 17. Φιλίππον] Φιλῖνον p. 180, 5—13. Idem scholiorum 27. *Πορφυρίου] om. )

186
γὰρ τὴν Ἀφροδίτην αὐτῷ βοηθῆσαι, ὥστε ἦν καὶ ἐν τῷ τοιούτῳ συλλαμβανομένη.

371. ἁπαλὴν ὑπὸ δειρήν] ὡς ἐπὶ γυναικὸς ἁπαλῆς εἶπεν ὀνειδίζων οὐκ εἰωθυίας κόρυθα φορεῖν.

374. * ἰστέον ὅτι κατὰ μὲν Ἡσίοδον ἡ Ἀφροδίτη γίνεται ἐκ τοῦ Οὐρανοῦ τῶν αἰδοίων καὶ τῆς θαλάσσης, κατὰ δὲ τὸν Ὅμηρον, Διώνης. ἀνεστράφη πάλιν ἡ περίοδος· ὀρθὴ δʼ ἂν ἦν οὕτως· εἰ μὴ ἄῤ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο. γίνωσκε δὲ ὅτι τὰ τῶν θνησιμαίων ζῴων δέρματα ὡς προδιεφθαρμένων ὑπὸ τῆς νόσου εἰσὶν ἀσθενῆ.

375. ῥῆξεν] οὐκ ἔλυσεν· τάχους γὰρ ἦν χρεία. οὐ σώζεται δὲ σὺν τῇ κόρυθι, ὅπως κἂν τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολεμίοις καταλειφθῇ.

οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ Ἀλεξάνδρου σωζομένου· Ἀφροδίτη δὲ Ἀλεξάνδρῳ βοηθεῖ, ἐπεὶ θεράπων ἐστὶ τοῦ αὐτῆς κεστοῦ, συναπάγει δὲ αὐτὸν ὅπως μὴ ἀπαγχονισθείη.

377. ἥρως] εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον Ἀτρείδης κεῖσθαι.

378. ῥῖψʼ] σύμβολον τῆς νίκης· ταυτὸν γάρ ἐστι τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι.

379. *Πορφυρίου. αὐτὰρ ὁ ἂψ ἀπόρουσε κατακτάμεναι μενεαί- νων ἔγχεϊ χαλκείω] ἀδύνατόν φασιν εἶναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη γὰρ. φησὶν, ἤδη τὸ ἔγχος· “ἠΐχθη παλάμηφιν ἐτώσιον.” λύεται δὲ ἀπὸ τοῦ ἔθους· δύο γὰρ δόρατα φέρειν νενομισμένον ἦν, ὡς πολλαχοῦ λέγει· “πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντη” (Il. 6, 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολ- λόμενον τὸ ἔγχος, ἀλλʼ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυ- ριεύθη.

καὶ πῶς φησὶν “ἐκ δέ μοι ἔγχος ἠΐχθη;” ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρησόμενος ἐπεδίωκεν.

380. τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη] ἐπὶ τοσοῦτον προάγει τὰς περιπετείας ὁ ποιητὴς, ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν.

[*](1. ἦν Bekkerus] ἂν quae iam scripserat ad v. 363. 2. συλλαμβανομένη] Addi. B 21. *Πορφυρίου] om. καὶ διὰ τί ὁ Μενέλαος—ἐκείνου θανάτῳ, 27. *οὗ] οὐ )
187

382. κηώεντι] κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας Ἀλεξάνδρου τεκμήριον.

383. αὐτὴ δʼ χὖθ᾿ Ἑλένην καλέουσʼ ἴε] κατηγοροῦσιν ὡς προα- γωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλʼ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὸ σῶφρον ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφρο- δίτην, καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ· ἢ μή πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.

384. περὶ δὲ Τρωσὶ ἅλις ἦσαν] πυθόμεναι γὰρ τὴν μονομαχίαν ἐξῆλθον. πιθανὸν δὲ ἀποστάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· αἷς θεωροῦσα τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, μή πως ἐκφήνῃ τὸ πάθος.

385. ἐτίναξε λαβοῦσα] ὑπεξάγει αὐτὴν, ὅπως μέλλουσα διαλέ- γεσθαι μὴ ἐν μέσαις διαλέγηται ταῖς Τρῳάσιν. πρᾶγμα δὲ εὐτελὲς μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων.

387. ναιεταώσῃ] ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυνηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ· καὶ ὤφειλε μὲν ναιεταούσῃ, ἀλλʼ ἔστιν ἡ χρῆσις Ἰώνων.

391. δινωτοῖσι] ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν· ἢ ὅτι, δῖνος ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχη- μάτων. λείπει δὲ ἐνταῦθα τὸ ἐστίν· ἐπεὶ δὲ ἡ φράσις συνήθης ἐστὶν, ἐὰν τεθῇ, πλεονάζειν δοκεῖ.

διχῆ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνήσκουσα τοῦ ἀνδρὸς, καὶ ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.

ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον.

394. χοροῖο νέον] ἠϊθέων γὰρ τὸ χορεύειν· ὃ καὶ Πρίαμος ὀνειδίζει τοὺς υἱοὺς “χοροιτυπίῃσιν ἄριστοι” (Il. 24, 261).

396. ἐνόησε θεᾶς περικαλλέα δειρήν] καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις τοὺς θεοὺς ἐπιγινώσκειν, ὡς Αἴας τὸν Ποσειδῶνα (Il. 13, 68).

*Πορφυρίου. ἀδύνατόν φασιν εἰς γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν Ἀφροδίτην, καὶ νοῆσαι τὴν Ἑλένην τὴν τῆς θεᾶς δειρήν. λύσις· πολλαχοῦ ποιεῖται τοὺς ἡμιθέους τεκμαιρομένους τὰς τῶν θεῶν μορφὰς, ὡς ὅταν ὁ Ποσειδῶν Κάλχαντι ἀπεικασθεὶς φαίνηται, ὅ τε Αἴας φησὶν “οὐδʼ ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ

188
μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ” (Il. 13, 70).