Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

259. ῥίγησεν δʼ ὁ γέρων] φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕε- τωρ ἐχάρη μέγα, τέλος οἱόνοῦν ἐπιζητῶν τοῦ πολέμου.

261. προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν. ἄγει δὲ τὸν Ἀντήνορα ὡς συνετὸν καὶ πρώην ξένον Ἑλλήνων.

270. διὰ τοῦ ο τὸ ἔχευον, ἵνʼ ᾖ ἀναλογοῦν τῷ μῖσγον.

271. ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων τὸν ἐν θυσίαις νόμον.

273. τινὲς ἀρνέων, ἵνʼ ᾖ ὡς “ἱππείων ὁπλέων” (Il. 11, 536). σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρὶ, ὡς οὐδὲ τοῦ κάπρου.

275. ἐξ Ἴδης ἐποπτεύων. τὸν ἐπιχώριον δὲ καλεῖ, ἐκπολεμῶν αὐτοῖς αὐτὸν, εἰ παραβαῖεν τοὺς ὅρκους· καθʼ ἑκάστην δὲ προσαγό- ρευσιν διασταλτέον.

*Πορφυρίου. διὰ τί βουλόμενος ἐπιορκῆσαι τοὺς Τρῶας ὁ ποιη- τὴς, ἵνα εὐλόγως ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦντας, ἀλλʼ οἴεται; ὁ γὰρ ὅρκος ἦν, εἰ Ἀλέξανδρον ἀποκτείνειεν ὁ Μενέλαος, ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντος δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντες, οὐδʼ ἐπιώρκησαν. φησὶ δʼ Ἀριστοτέλης ὅτι οὐδʼ ὁ ποιη- τὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπʼ ἄλλων “ὣς φάτο καί ῥʼ ἐπίορκον ὤμοσεν” (Il. 10, 332), ἀλλʼ ὅτι κατάρατοι ἦσαν· αὐτοὶ γὰρ ἑαυτοῖς κατηράσαντο εἰπόντες “Ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθά- νατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ἔδε οἶνος” (298). οὐκ ἐπιώρκησαν μὲν οὖν, ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους. ἐπάρατοι οὖν ἦσαν. ταῦτά τοι καὶ Ἥραπειρᾶται ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλά- βην· εὐξαμένων γὰρ ἐκείνων “ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ᾿ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, ἡ Ἥρα αὐτὸ τοῦτο παρα- κελεύεται τῇ Αθηνᾷ “ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνὴν, λπειρᾶν δʼ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι” (Il. 4, 65). τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπιορκῆσαι.

* Πορφυρίου. διὰ τί τὸν ἥλιον πάντα ἐφορᾶν καὶ πάντα ἐπακούειν [*](6. πρώην ξένον] πρόξενον. Conf. Ἀριστοτέλους. p. 166, 11. 33. *Πορφυρίου] om. Eadem 16. *Πορφυρίου] om. In marg. fere in scholio Odyss. 12, 374. )

179
εἰπὼν, ἐπὶ τῶν ἑαυτοῦ βοῶν ἀγγέλου δεόμενον ἐποίησεν; “ὠκέα δʼ ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθε Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταν ἑταῖροι.” λύων δὲ Ἀριστοτέλης φησὶν, ἤτοι ὅτι πάντα μὲν ὁρᾷ ἥλιος, ἀλλʼ οὐχ ἅμα, ἢ ὅτι τοῦ ἡλίου ἦν τὸ ἐξαγγεῖλαι ἡ Λαμπετία ὥσπερ τῷ ἀνθρώπῳ ἡ ὄψις· ἢ ὅτι, φησὶν, ἁρμόττον ἦν εἰπεῖν οὕτως τόν τε Ἀγαμέμνονα ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ “ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,” καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα· οὐ γὰρ δὴ καὶ τὰ ἐν Ἅιδου ὁρᾷ. καὶ ὅλως ὁ ποιητὴς, ὅπου πάρεστιν, ἐκεῖνά φησιν ὁρᾶν πάντως, ἐν μὲν τῇ ἀνατολῇ ὄντα τὰ ἐν τῇ ἀνατολῇ, ἐν δὲ τῇ μεσημβρίᾳ τὰ ἐν αὐτῇ, καὶ πάλιν ἐπὶ δυσμῶν τὰ κατʼ αὐτὸν ἐπιβλέπειν. εἰκὸς οὖν ἐστὶ κατʼ ἄλλο κλίμα τῆς κινήσεως ὄντα μὴ ἑωρακέναι τὰ κατὰ τὴν Θρινακίαν πραττόμενα. πάντα μὲν γὰρ ἐφορᾷ, οὐ κατὰ τὸν αὐτὸν δὲ καιρὸν πάντα ἐποπτεύει.

*ἀφʼ ἑαυτοῦ ἐχρῆν ἐγνωκέναι τὸν πάντʼ ἐφορῶντα ἥλιον. λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα. λύοιτο δὲ καὶ τῷ καιρῷ· νυκτὸς γὰρ εἰκὸς ἐπιθέσθαι τοῖς βουσὶ τοὺς Ἰθακησίους.

279. Πλούτωνα καὶ Περσεφόνην φησίν. ἐκφοβῶν οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαιμονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων.

τελεία εἰς τὸ ὀμόσσῃ.

280. βαρυντέον τὸ ἔστε, καὶ προστακτικὸν ἐκδεκτέον. τὸ δὲ φυ- λάσσετε ἀντὶ τοῦ πιστώσασθε τὰ ἐπὶ τῇ πίστει γινόμενα ὅρκια.

281. εἰ μέν κεν Μενέλαον] ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ ἧτταν. ὅλῃ δὲ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσ- θεὶς τὸ κτείνῃ· δικαίαν γὰρ ἀπολογίαν παρέχει Τρωσὶ, δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθέν· οὐ γὰρ ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκ- τορος προβαλλόμενοι “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,” εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ἵρκοις ὁριζόμενα.

286. ἔθος γὰρ ἦν τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· καὶ οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπʼ ἴσης ἀπαλλάττεσθαι. ὁ μὲν οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, [*](13. ἐποπτεύει] ἐπακούει Vill. 14. *ἥλιον] om. 32. *ἦν] om )

180
ὁ δὲ μεγαλοφυῶς ὁρίζει τὸ ἐπιζήμιον. ἐπεὶ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.

291. εἵως κε] οἶδε γὰρ εὔνους τοὺς θεοὺς, εἰ παραβαῖεν· ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.

*Πορφυρίου. διὰ τί ἀβελτέρως τῆς μονομαχίας Ἀγαμέμνων ἐπεμε- λήθη; οὐδὲν γὰρ ἔλαβε βέβαιον, οὐδʼ ἐμεσεγγυήσατο τὴν Ἑλένην, περὶ ἧς ὁ ἀγὼν, ἀλλʼ ἐπʼ ἐκείνοις ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοῦ ἔθους· οὐ γὰρ ἦν τὸ ἀρχαῖον τὰ πρὸς ἀλλήλους διὰ πολλῆς φυλακῆς, ἀλλʼ ἁπλῶς συνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦσαν, πρὸς ἃς αἱ τοιαῦται εὐλάβειαι εὑρέθησαν. ἐπεὶ διὰ τί Ἀγα- μέμνων καὶ Μενέλαος ἀδορυφόρητοι ἦσαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ στρατιά; ἀλλ᾿ οὔπω τότε ἦσαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴς μιμητὴς ὢν τὰ ὑπάρχοντα ἐποίει, ἀλλʼ οὐ τὰ μέλλοντα.

296. ἔκχτον] προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον, ἀλλʼ ἔχεον. ἀειγενέτῃσιν δὲ τοῖς ἀίδιον ἔχουσι τὴν γενεὰν, ἤτοι ἀεὶ οὖσιν.

300. ὧδέ σφʼ ἐγκέφαλος] ἀντὶ τοῦ αὐτῶν, ὡς τὸ “ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦιορ δεισάντων φθόγγον τε βαρύν” (Od. 9, 256).

301, 302. οὐδʼ ἄρα πώ σφιν] κεφαλαιωδῶς τὴν τῶν μελλόντων προαπήγγειλεν ἐπίδειξιν. διὰ δὲ τοῦ πω ἐλπίδα πάλιν ὑπολείπεται τῷ φιλέλληνι.

306. οὔπω τλήσομʼ] ἐπεὶ σώζειν Ἀλέξανδρον μέλλει, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορα δὲ αὐτόπτην ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν. παρῶν γὰρ ἐνταῦθα ἔδωκεν ἂν τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευ- θείς. εἰ δὲ καὶ πᾶσιν ὡς κὴρ ἀπέχθεται Ἀλέξανδρος, ἀλλʼ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σώζειν.

*διὰ τί ὁ Πρίαμος τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον οὐκ ἂν ἔφη δύνασθαι ἰδεῖν μαχομένους, ἀλλʼ ᾤχετο ἀπιὼν, τὸν δʼ Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ, ὃν μᾶλλον ἐφίλει; ἢ ὅτι ὁ μὲν αἴτιος τῶν κακῶν ὢν μονομαχήσειν ἔμελλεν. ὁ δοὺς οὖν τὸ χρῆναι αὐτὸν μονο- μαχεῖν τῇ τύχῃ ἐπέτρεψε τὸ τέλος, αὐτὸς ἀφιστάμενος τοῦ θορύβου· φησὶ γὰρ “Ζεὺς μέν που τό γε οἶδεν, ὁπποτέρῳ θανάτοιο τέλος πε- πρωμένον ἐστίν.” ὅπου δὲ οὐ συγκατατίθεται τῇ μάχῃ, πείθεσθαι δὲ [*](5. *Πορφυρίου. διὰ] καὶ διὰ B, omisso Πορφυρίου. V. de hoc scholio annot. ad v. 354.)

181
παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆς ἀναχωρήσεως ἐπιμένει, ἱκέτης, ἀλλʼ οὐ θεατὴς γινόμενος· ἄχρι γὰρ τέλους ἡ ἐλπὶς τοῦ πεισθῆναι δεόμενον κατεῖχεν. οὕτως γὰρ καὶ ἡ μήτηρ πάρεστιν, οὐχ ἵνα θεάσηται μαχόμενον, ἀλλʼ ἵνα μὴ θεάσηται, εἰσελθόντος αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται, διʼ οἴκτου ψυχαγωγοῦσα τὸν ἀκροατὴν, τούτων παρόντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἕκτορος παρὰ τὸ τῆς πόλεως τεῖχος· συνεωσμένων δὲ τῶν μὲν Τρώων εἰς τὴν πόλιν, τῶν δʼ Ἀχαιῶν ἐφεστηκότων καὶ τοῦ Ἀχιλλέως θέοντος περὶ τὸ τεῖχος, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἄχρηστον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθος τοῦ κινδύνου.

308. Ζεὺς μέν που] ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα.

310. τὰ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον τῇ γῆ, οἱ δὲ ξένοι τῇ θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσό- μενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων.

314. καὶ δῖος Ὀδυσσεύς] ὑπηρετικὸν γὰρ τοῦτο· τὸ δὲ τῶν σπονδῶν βασιλικόν.

315. *χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως δὲ διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγ- μένον χωρίον, ὅπερ καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν, ἀλλʼ ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν. μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ὑστέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον. .ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος. οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις. χῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡς ἂν τοῦ παρεξελθόντος πεφευγότος καὶ διὰ τοῦτο ἡττηθέντος, κἂν ἔξω γενόμενος τοῦ χώρου [*](11. τοῦ κινδύνου] Huic scholio πολεμεῖν ἐπιμένει. Schraderus p. 39 adiunxit partem 23. ὅπερ] *ὥσπερ scholii ad 22, 38 a manu prima 27. *τῆς πρώτης βολῆς] τὴν πρώ- scriptam in B πῶς οὗν Ἀλεξάνδρου την βολήν τὸ μονομάχιο—ἀλλ᾿ ἱκέτης τοῦ μὴ)

182
πολεμῇ. ἐπὶ τούτοις οὖν τῶν συνθηκῶν γεγονυιῶν καὶ τῆς μάχης διʼ ὅπλων ἀφορισθείσης, ἀφανοῦς γενομένου τοῦ Ἀλεξάνδρου, το- ξευθέντος δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντος ὑπὸ τίνος, κἂν μήποτε ὑπʼ αὐτοῦ τοῦ Ἀλεξάνδρου ἢ ὑπʼ ἄλλου τινὸς, ὡς ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα “ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδώς” (Il. 4, 206). καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· “πρόσθεν γὰρ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι” (Il. 4, 113). καὶ ἐπαγ- γελία ὅτι, ἐάν τις τοξεύσῃ τὸν Μενέλαον, λήψεται δῶρα παρὰ Ἀλεξάνδρου (Il. 4, 96). καὶ οὐκ ἄλλως ἐκδίδοται ὁ Μενέλαος, καίτοι οὗτος μὲν ἦν ὡπλισμένος ἔτι, Ἀγαμέμνων δὲ καὶ οἱ ἄλλοι ἄνοπλοι. πάντως οὖν ἵνα δόξῃ Ἀλέξανδρος αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ στρατοπέδου εἰς δόλον καὶ μηχανὴν κατὰ τοῦ Μενελάου. πάντʼ οὖν ταῦτα προϊδόμενοι διαμετροῦσι τὸν χῶρον καὶ ὅρκοις πιστοῦνται τὰ παρόντα, ἵνα ὁ παρελθὼν ἔνοχος γένηται τῇ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδρος εἰ παρεξελθὼν τὸν τόπον ἐξεβλ . . . . . . Μενέλαος δʼ οὐ . . . . . . τοῦτο ἐγίνετο τῶν συνθηκῶν μὴ σωζομένων. ἵνʼ οὖν παρασπονδήσαντες φωρα- θῶσι, περιγράφεται ὁ τόπος τοῦ μονομαχίου ἐκ τούτου λύεται καὶ ἡ αἰτία διʼ ἣν οὐ τὸν Ἀγαμέμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀριστέων ὁ . . . . εὐμαρὲς ὃν διὰ τὸ εἶναι ἀνόπλους, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα. δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαρος, ὡς ἂν δὴ τούτου τοξεύσαντος τὸν ἀνθεστῶτα καὶ μηδεμιᾶς παρα- βάσεως τῶν ὅρκων ὑπ ἄλλου γεγονυίας· διὸ καὶ προσάγει τὸν Ἀλέξ- ανδρον παρδαλέην ὥμοισιν ἔχοντα καὶ καμπύλα τόξα, ἵνα καὶ χρώμενος τούτοις εὐλόγως μετὰ ταῦτα ὑπονοηθῇ.

* Πορφυρίου. ἄλογον δοκεῖ εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληροῦν. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· ὑπὲρ γὰρ τῶν ὅλων αὕτη μόνη εἰσήχθη ἡ μάχη.

καὶ πῶς ἐπὶ Ἕκτορος, ἔνθα Αἴαντι μονομαχεῖ (Il. 7, 235), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή πώς τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερι- [*](13. προϊδόμενοι] προειδόμενοι 22. παραβάσεως Schraderus] . . . 20. ὁ . . . . . .] ὁ Πάνδαρος Co- 26, *Πορφυρίου] om. betus.)

183
κωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης Ἀλέξανδρος ὢν δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισ- άξῃ Μενελάῳ. σκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανισθέντος, Μενε- λάου δὲ τοξευθέντος, οὐκ ἴσασι μὴ καὶ αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων “ὅν τις ὀιστεύσας ἔβαλε τόξων εὖ εἰδὼς Τρώων ἢ Λυκίων” (Il. 4, 190).

316. χαλκήρει] παραγωγὴ ἡ διὰ τοῦ ηρης βαρύνεται. εἰ μὴ ἀπὸ τοῦ ἀρῶ διὰ τοῦ ᾱ γίνεται ἡ παραγωγὴ, ὡς τὸ “ἔχει δʼ ἄλοχον θυμαρέα” (Il. 9, 330).