Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

318. ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον] ἐὰν εἰς τὸ ἠρήσαντο στίξωμεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείνοντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖσι· τὸ δὲ δέ ἀντὶ τοῦ καί φησίν. ἐγὼ δὲ ἰδέ φημι.

320. δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον· καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.

323. ἀπὸ κοινοῦ τὸ δός ἐπʼ ἀμφοτέροις τέτακται.

324. πάλλεν δὲ—Ἕκτωρ] πανταχόθεν τοὺς Τρῶας ἀπροφασί- στους ποιεῖ,

325. τοῦτο μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσ- γίνεται ἡ τύχη, τοῦτο δὲ καὶ τὰ ἀπʼ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους.

326. μόνως κατὰ γενικήν. τὸ ἑκάστῳ ἀντὶ τοῦ ἑκάστου.

327. τὸ ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακού- ομεν τὸ ἔστασαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι (Il. 10, 407); ἢ ὡς ἰσοδυναμοῦν τοῦτο τῷ ἕστασαν· ἐφί- στασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν τῶν ἵππων τὸ ἔκειντο ἁρμόδιον.

328. ἐδύσατο τεύχεα καλά] ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφα- λέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο ἑαυτοὺς τῇ τῶν ὅπλων ἀνέσει. κοσμεῖ δὲ αὐτὸν τῷ γάμῳ (329) τέως. ὡς πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.

* Πορφυρίου. διὰ τί πάντας μονομαχεῖν μέλλοντας, καὶ εἰ τύχοιεν ὡπλισμένοι, αὖθις ποιεῖ καθωπλισμένους ἐπιλέγων “κνημῖδας μὲν πρῶτον” καὶ τὰ ἑξῆς; ἢ ὅτι τῶν προκλήσεων γινομένων ἦν ἀναγ- καῖον τοὺς μέλλοντας μονομαχεῖν διαναπαύεσθαι, καὶ πρότερον [*](1. *ἄλως τε] ἄλως τε δὲ 32. *Πορφυρίου] om.)

184
ἀναψύξαντας καὶ νεαλεῖς γενομένους οὕτως ἐπὶ τὸν ἀγῶνα καθιέναι. εἰκὸς δὲ μέλλοντας ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὦσιν ὡπλισμένοι, ἐξ ἀρχῆς κατασκευάζεσθαι.

330. ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ γλουτοὶ, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα.

333. ἥρμοσε δʼ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι καὶ ὁμοιοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί. κωμῳδεῖται δὲ ὡς οὐκ εἰδὼς τὸ συστάδην, ἄλλως τε καὶ δειλός. τοῦ γὰρ Λυκάονος ἔρριψε τὴν παντευχίαν, μὴ φέρων τὸν ἱδμῶτα (Il. 21, 50).

335. ἀπὸ κοινοῦ τὸ ὤμοισι βάλετο, ἀναγκαίως διὰ τοὺς τελα- μῶνας. βραχὺ δὲ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ καὶ τοῖς ἑξῆς κοινόν.

336. ἔθηκεν] ἀντὶ τοῦ περιέθηκεν Ἀττικῶς. πολλήν δὲ καὶ ὁ λόφος νεύων (337) ἔχει τὴν ἔμφασιν.

339. * ἔντεʼ] εἴρηται ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ “μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός” (Od. 7, 232).

342. θάμβος δʼ ἔχεν εἰσορόωντας] ἐκ παντὸς τόπου καὶ προσώπου τὴν ἔμφασιν κινεῖ. τὸ δὲ ἄδηλον καραδοκοῦντες ἐκπλήσσονται· κοινὸς γὰρ Ἐνυάλιος.

346. δολιχόσκιον] οἱ μὲν παρὰ τὸ κίειν, οἱ δὲ παρὰ τὸ σκιά. οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν.

348. χαλκός] Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ χαλκός. καὶ γὰρ ὕστερόν φησιν “ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.

350. ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ.

352. τινὲς τὸ δῖον τῷ ἐμέ συνάπτουσιν. ἢ ἐρεθίσαι κατʼ αὐτοῦ βούλεται τὸν θεὸν, ὡς αἰσχύναντος τὸ ἀπὸ Δαρδάνου γένος.

354. ξεινεδόκον] διὰ τοῦ κ ὡς πανδοκεῖον. ὁ δεχόμενος δὲ ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται.

*ξεινοδόκον κακὰ ῥέξαι] ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργὸς τὸν Ἀλέξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος· ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διὶ, τῷ ὑπʼ αὐτοῦ καταφρονηθέντι.

[*](8. δειλός. τοῦ γὰρ Λυκάονος] 33. *ξενίῳ] ξένῳ *δειλὸς Λυκάων, ὃς καταφρονηθέντι] Sequitur in B 31. πρέσβιν] * πρέσβυν scholion manus secundae ad v.)
185

358. ἠρήρειστο] τὸ βίαιον τῆς πληγῆς παραδηλοῖ τῷ τραχεῖ τούτῳ ῥήματι.