Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

654. ἀγερώχων] ἄγαν γέρας ἐχόντων, ἐντίμων.

[*](6. * Λύκτον δέ] λυκαστὸν δέ Ταλῷ] τάλος. Correxi ex schol. 7. *Πορφυρίου] om. Odyss., ubi codex Harleianus 14. Λύκτον Hoeckius in libro de τολώ. Rectus nominis accentus Creta] λέκτον. est Ταλῶς, quem praecipit Ιoannes Λεύκων] Λεῦκος dicitur in scholio Alex. Τον. παραγγ. p. 8, 36. Odyss. 19, 74 et Eustath. p. 1860, 23. οὕτως] οὔτοι Thurot, Reveue 57. critique a. 1870, p. 152.)
145

662. κατέκτα] διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ ἔκτανεν.

665. Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον· ὅθεν Σόλων ἔτη πέντε ὥρισεν. γάρ οἱ] τὸ οἱ ἀντωνυμία ἐστὶν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ ἐστι τοῖς ἄρθροις ὁ ποιητής.

668. ἠδʼ ἐφίληθεν ἐκ Διός] τοῦτο πρὸς τὴν κοινὴν ὑπόνοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται.

671. ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον αὐτῇ τῆς προτέρας τὸ σύμφωνον.

673. ὃς κάλλιστος] οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγενές· Ἀχιλλεὺς δὲ ἀμφοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας.

674. μετʼ ἀμύμονα Πηλείωνα] ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών.

677. Κῶν] ταύτην ἑλὼν Ἡροκλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυ- πύλου, καὶ ποιεῖ Θεσσαλὸν, οὗ μέμνηται οὗτος.

681. νῦν αὖ] ἐπιστρέφει ἠθικῶς τὸν κατάλογον ἐπὶ Ἀχιλλέα, δευτέραν ἀρχὴν καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον μέγα καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θετταλὸς, ἀφʼ οὗ καὶ ὠνομάσθη· οὗ ἔκγονος Ἄμμων, ἐξ οὗ καὶ Ἄμμωνες· οὗ Πελασγὸς, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύτης τῆς χώρας· Ἄργὸς δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός. μετὰ δὲ θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαίαν ὠνόμασαν. ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν.

683. Ἑλλάδα] οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ βέλτιον.

685. ἦν ἀρχὸς Ἀχιλλεὺς] τοῦ πρακτικοῦ μόνου καὶ πολιτικοῦ ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ.

692. ἔβαλεν] ἀπὸ μετοχῆς μετῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει.

[*](22. Ἄμμων—Ἄμμωνες] Αἵμων et scholio Clinton Fast. Hell. vol. 1 Αἵμονες Eustath. p. 321: v. de hoc p. 19.)
146

694. ἀνστήσεσθαι] ψυχαγωγεῖ ταῖς ἐλπίσι τοὺς ἀκροατάς. σὺν τῷ ν δὲ ἡ γραφή.

695. Φυλάκην] εἷς τῶν Αἰολιδῶν ὁ Δηϊὼν, οὗ Φύλακος, ἀφʼ οὗ ἡ Φυλάκη, οὗ Ποίας, οὗ Πρωτεσίλαος καὶ Ἴφικλος.

697. *λεχεποίην] τὴν βαθείας βοτάνας ἔχουσαν, ἀφ’ ὥν ἔστι λέχος κατασκευάσαι, τουτέστι κοίτην ποιῆσαι.

699. ἔχεν κάτα] ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν.

700. *ἀμφιδρυφής] τὸ ἀμφιδρυφής, ἀμφοτέρας τὰς παρειὰς κατεξεσμένας ἔχουσα. τὸ δὲ δόμος ἡμιτελής ἤτοι ἄτεκνος, ἢ ἀφῃ- ρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο, ἀλλὰ πρῶτον ἐστράτευσεν.

702. ἀποθρώσκοντα] ἀφορμῶντα διὰ τὸ πρόθυμον.

703. πόθεόν γε μὲν] καίτοι ἔχοντες τὸν κοσμήσοντα. τῇ δὲ ἐπαναλήψει (709) οἰκτρότερον τὸ πάθος ἐποίησεν.

716. Μηθώνην] ἐξέτεινε τὸ ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν Μακεδονίῳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα.