Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

595. Θάμυριν] Θρᾷξ ἐστι, Φιλάμμονος υἱός· ἑαυτῷ δὲ ὥρισε τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν Μουσῶν. φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν.

596. πιθανῶς τῷ ὁμοιοτρόπῳ ἐνδιατρίβει. διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας.

599. πηρὸν θέσαν] ὁ μὲν ποιητὴς ὀξυτόνως· οἱ δὲ Ἀττικοὶ ὡς τὸ λῆρος. οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον ἄγουσα ὄγκον. τὸ δὲ πηρὸν θέσαν ἀντὶ τοῦ τῆς τέχνης ἔπαυσαν καὶ ἔκφρονα αὐτὸν ἐποίησαν. ἢ ἴσως περὶ τὴν φωνὴν ἔβλαψαν, πηρὸς γὰρ καλεῖται ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος.

*οὐκ οἵδ’ ὅπως οἱ πολλοὶ ἐν τοῖς ἔπεσι τούτοις τοῖς περὶ τοῦ Θαμύριδος, τοῖς οὕτως ἔχουσιν “αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν,” τὸ πῆρον ὀξυτονεῖν θέλουσι καὶ τὸν τὰς φρένας πηρωθέντα ἐξακούειν ἀπὸ [*](3. * Μεσσήνην] μεσήνην hic et 18. φιλάμμονος scripsi pro Φι- infra, pariterque Μεσηνίας. λάμμωνος, quod consuetum librariis 8. Κρηθεὺς — Ἀμυθάονι Bekke- vitium est, de quo dixi in Thesauro rus] κριθεὺς—ἀμαθάονι vol. 8 p. 798.)

143
τῆς λέξεως, τοῦ ποιητοῦ περὶ μὲν τοῦ Δημοδόκου εἰπόντος ὅτι ἡ μοῦσα αὐτῷ “δίδου ἀγαθόν τε κακόν τε, ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν,” περὶ δὲ Θαμύριδος ὅτι τὰ δύο ἔπαθε κακὰ, τὸ τυφλωθῆναι καὶ ἐκλαθέσθαι τῆς μουσικῆς.

600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἄλλως, ἀλλʼ ἐπιλήθεται.

609. Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ] ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. ὡς ἐπισήμων δὲ ὄντων, ἐκ τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν.

612. ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἤγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς.

615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν.

618. δέκα δʼ ἀνδρὶ ἑκάστῳ] ἔδειξε τὴν διαίρεσιν τῆς ἀρχῆς, μὴ εἰπὼν, ὡς ἐπὶ τῶν ἄλλων, τοῖς δʼ ἅμα τεσσαράκοντο.

619. Ἐπειοί] διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς Ἄβαντες.

625. Δουλιχίοιο] μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών.

626. αἳ ναίουσι] ἀντὶ τοῦ ναίονται, ὡς τὸ “νῆσοι πολλαὶ ναιε- τάουσι σχεδὸν ἀλλήλῃσιν” (Od. 9, 22).

620. διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων ὁ χωρισμός.

631. Κεφαλλῆνας] ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσιν. Κέφαλος γὰρ ὁ Δηϊόνος, φεύγων ἐκ Πρόκριδος διὰ τὸν τῆς γυναικὸς ἀκούσιον φόνον, ᾤκει ἐν Θήβαις· συστρατεύσας δὲ Ἀμφιτρύωνι, καὶ ταύτην γέρας λαβὼν, οὕτως ἀφʼ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεὺς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης.

632. * Νήριτον] ὅρος Ἰθάκης. εἰνοσίφυλλον δὲ καὶ πολύδενδρον, ἐξ οὗ κατήνεμον καὶ ὑψηλόν· ἔνοσις γὰρ ἡ κίνησις.

637. ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφικῇ ἐπιπολάσασα ἦν, αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλίγαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν (Il. 11, 805).

641. οὐ γὰρ ἔτʼ Οἰνῆος] ἄστατος ἡ τύχη, ὅταν μάλιστα δι᾿ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι.

144

642. διὰ τὸ προὔχειν αὐτὸν τῶν ἀδελφῶν, καὶ ἰδίᾳ παρʼ αὐτοὺς ἔταξεν.

645. Κρητῶν] ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ θάλατταν μέτεισι, καὶ τὰς νήσους αὐτῆς ὀνομάζει.

647. Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον] πᾶσαι ἐν τῇ ἀρχούσῃ τὸν τόνον ἔχουσιν. Λύκτον δέ τινές φασιν, οὐκ ὀρθῶς.

649. * Πορφυρίου. διὰ τί ἐνταῦθα μὲν πεποίηκεν “ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο,” ἐν δὲ Ὀδυσσείᾳ εἰπὼν ὅτι ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτος, ἐπάγει “ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες” (Od. 19, 174); τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα, ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡροκλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως. ἐπεὶ γὰρ μυθεύεται τοὺς μετʼ Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας πορθῆσαι Λύκτον καὶ τὰς ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Ταλῶ πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιολογία τις. οἱ μὲν γὰρ εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἤσαν πόλεων· τοῦ δὲ Ὀδυσσέως εἰς οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν, καὶ φήμης διη- κούσης ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὐκ εἰσί πως συνῳκισμέναι, μετὰ λόγου φαίνοιτʼ ἂν Ὀδυσσεὺς λέγων ἐνενηκοντά- πόλιν τὴν Κρήτην, ὥστε εἰ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν, εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. μήποτε δὲ καὶ μεταφορά ἐστι τὰ ἑκατόν, ὡς “ἐκ τῆς ἑκατὸν θύσανοι” (448)· οὐ γὰρ ἑκατὸν ἤσαν ἀριθμῷ. καὶ “ἑκατὸν δέ τε δούρατʼ ἀμάξης” (Hesiod. O. 454). ἔπειτα οὐδαμοῦ λέγει ὡς ἐνενήκοντα μόνα εἰσίν· ἐν δὲ τοῖς ἑκατόν εἰσι καὶ ἐνενήκοντα.