Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465, 466. αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε] ἡ ὑπό πρὸς τὸ ποδῶν ἀποδοτέα. κονάβησε δὲ ἀντὶ τοῦ ἤχησεν, ἀλλʼ οὐκ ἐσμαρά- γησεν· εἰς βραχὺ γὰρ τελευτῶσα τὸν ἦχον ἐμείου.

467. ἀνθεμόεντι] τῷ ἄνθη πρώην ἔχοντι, ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ πατούμενα;

468. * Πορφυρίου. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρη· ἐν μὲν τῷ λίαν φύλ- λοισιν ἐοικότες ἢ ψαμάθοισιν (Il. 2, 800) ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων· ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι “ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ” (Od. 10, 51) δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γάρ τοῦ πλήθους παρα- στατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμ- μου, ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι, ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρῳκῶν. Σκαμαν- δρίῳ δὲ τῷ τῷ Σκαμάνδρῳ ποταμῷ παρακειμένῳ πεδίῳ. ὁ δὲ Σκά- μανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης τέμνει μέσον τὸ ὑπὸ τῇ Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδίδει εἰς θάλασσαν, ὃς καλεῖται καὶ Ξάνθος.

469. μυιάων] τοῦτο πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει γοῦν “τόσσοι ἐπὶ Τρώεσσιν.” ἀδινάων δὲ τῶν ἀθρόως ἱπταμένων.

470. σταθμὸν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν στα- [*](1. κατέμιξε] ἐγκατέμιξε Bek- 28. ἐκδίδει (* ἐκδίδωσι)] Novitia kerus. verbi forma, de qua v. Thes. vol. 15. * Πορφυρίου] om. 2 p. 1423. 22. *ὥσπερ] ὥσπερ ὡς)

133
θμὸν, τὸν τῆς θύρας παραστάτην, καὶ τὸν ἀριθμὸν τοῦ μέτρου. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἀερίων αὔξονται αἱ μυῖαι. τὸ δὲ ἠλά- σκουσιν ἤτοι συνελαύνονται ἢ ἀποπλανῶνται· οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώ- μεναι οὖν εἰσίν.

474. αἰπόλια] αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων, συβό- σιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων. πλατέα δὲ, ὅτι διεσκεδασμένα νέμονται.

475. ἐπεί κε νόμῳ μιγέωσιν] ὅταν τὰ αἰπόλια ἀλλήλοις ἀναμιγῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμ- βάνεταιτράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν.

478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ] συγγραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστὶν, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων” (Il. 9, 209). ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.

ἱκανὸν μὲν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκά- στου τὸ διαπρεπὲς ἐκλεξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικόν καὶ ἐποπτικὸν, ἐννοσιγαίου τὸ ἰσχυρὸν, τὸ δὲ κόσμιον τῆς παντευχία, ὅμοιον Ἄρει· οἱονεὶ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.

480. ἠΰτε βοῦς] πῶς μετὰ τοὺς θεοὺς βοὶ παρέβαλε τὸν Ἀγαμέ- μνονας ἔνιοι μὲν οὖν φασὶν ὅτι διὰ τοὺς μὴ δυναμένους τὴν θείαν νοῆσαι φύσιν πάλιν ἑτέραν εἰκόνα ἀπὸ γνωρίμου ζῴου παρέλαβε, μὴ νοητὴν οὖσαν. ἡ γὰρ προτέρα τῶν θεῶν παραβολὴ ὅλως ἐστὶ νοητή. ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι διʼ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας. ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτῃ Ἀγαμέμνων τι πλεο- νεκτῆσαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοσμεῖ. οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.

πάντων] τῶν ἄλλων ταύρων. εἰ γὰρ μὴ ὑπερεπαρθείη τῶν ἄλλων, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς καὶ ἔξοχος κοινὰ τῷ γένει, καὶ τὸ ταῦρος προσῆψε τῷ λόγῳ.

[*](1. τὸν—παραστάτην (παραστάδην 26. * παραβολὴ] μεταβολὴ B)] * τὴν—παραστάδα)
134

482. ?? Πορφυρίου. τοῖον ἂρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ] ἀπρεπὲς δοκεῖ τὸ τὸν εἰκασθέντα τοῖς θεοῖς κατὰ τὴν μορφὴν νῦν ὅμοιον εἶναι βοιΐ. λύεται δὲ ἐκ τῆς λέξεως· ὃν γὰρ τρόπον, φησὶ, ταῦρος ἐν βουσὶν, οὕτως ἐν τοῖς ἄλλοις ὑπῆρχεν ὁ Ἀγαμέμνων. διὰ τί δὲ ὄμματα καὶ κεφαλὴν τοῦ Ἀγαμέμνονος τῷ Διῒ ὡμοίωσε, στέρνον δὲ Ποσειδάωνι, τὸ δʼ ἐν τῷ καθοπλισμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θεῶν ὑπέβη ταύρῳ μετὰ θεοὺς αὐτὸν ἐξομοιῶν: τί δὲ καὶ βούλεται τὸ “στέρνον δὲ Ποσειδάων ;” ῥητέον οὖν ὅτι τὸ μὲν σεμνὸν αὐτοῦ καὶ βασιλικὸν διὰ τῆς βασιλικῆς τοῦ Διὸς προλήψεως παρέστησεν, ὡς ἂν βασιλικὰ καὶ φρονοῦντος καὶ αἰσθομένου, τῆς μέν φρονήσεως ἐκ τῆς ἡγεμονενούσης κεφαλῆς περι- σταμένης, τῆς δὲ αἰσθήσεως ἐκ τῶν ὀμμάτων. ὑπερβολὴ δὲ τὸ μὴ Διὸς κεφαλῇ καὶ ὄμμασιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ τὰ ὄμματα, ἀλλὰ τῷ Διῒ ὅλῳ. οὐ τῷ σωματοειδεῖ οὖν ἀπείκασε θεῷ, ἀλλὰ τῇ δυνάμει τοῦ Διὸς τῇ βασιλικῇ τε καὶ ἀρχικῇ· ὀφθεὶς γὰρ μόνον διὰ τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βασιλικὸν κράτος. τὸ δʼ εὔρωστον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ στέρνον καθιδρῦσθαι λέγεται, Ποσειδῶνι ἀπείκασε τῷ ἐνοσίχθονι, οὗ καὶ ἐρχομέ- νου, φησὶ, τρέμε δʼ οὔρεα καὶ μακρὰ ὕλη· τὸ δὲ φοβερὸν τῆς καθοπλί- σεως τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίσιν καὶ τὴν φρόνησιν τὴν βασιλικὴν ἔχων τοῦ Διὸς, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποσειδῶνος, τὴν δὲ πανοπλίαν καὶ τὴν διʼ ὅπλων χρῆσιν ὡς ὁ Ἄρης. λοιπὸν δὲ τὸ ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκασεν οὐ μειώσας. οὐ γὰρ τὸ αὐτὸ εἶδος καὶ πρᾶγμα ἀπὸ τὼν θεῶν ἐπὶ τὸν ταῦρον κατή- γαγεν, ἀλλʼ ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκασε τῷ ἀγελάρχῳ ταύρῳ. ὥσπερ οὖν ἀπὸ τοῦ Διὸς εἰς τὸν Ἄρεα μεταβὰς οὐκ ἐμείωσε διὰ τὸ ἀπὸ ἄλλου εἰς ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι, οὕτως οὐδὲ τὸν ταῦρον παρειληφὼς εἰς παράστασιν τῆς ἐξοχῆς τῶν ὁμογενῶν ἐμείωσε τὸν ἔπαινον, καὶ τὰ μὲν ἦν τὰ καθʼ αὑτὸν προσόντα, ἐπαίροντα τὸν συγκριτικὸν, τὴν ὁμοίωσιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰς ὁμογενεῖς. ταῦρος δὲ διαπρέπει ἐν ὁμογενέσι βουσὶ τῆς ἀγέλης ἐξάρχων.

Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ τῶν εἰκόνων προσήρτησεν Ἀγαμέμνονι, πρῶτον αὐτὰ τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα καὶ πρὸς μίαν ἡμέραν αὐτὰ συμβῆναί φησιν.

[*](1. * Πορφυρίου] om. 16. διέφηνε] διέφ ν 10. προλήψεως] προλή)
135

484. ἔσπετε νῦν μοι] τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν. καὶ ἔνισπε φησὶν ἀλλαχοῦ. ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ λέγω, κατὰ πλεονασμὸν τοῦ σ. ψιλωτέον οὖν αὐτό. ὁ δὲ λόγος τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες. ἀρχοὺς γὰρ, φησί, νηῶν ἐρέω, πληθὺν δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλα- σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. ὡς ἐπὶ ἐργώδη δὲ καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὅπως ὁ ἀκροατὴς ὄρεξιν ἔχῃ διὰ τὸ μέγεθος καὶ συγγινώσκῃ τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν, τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν.

*ψιλωτέον δὲ τὸ ἔσπετε· ἀπὸ τοῦ ἔπω ἐστὶ τοῦ σημαντικοῦ τοῦ λέγω, ἐν πλεονασμῷ τοῦ σ. ἢ ἀντὶ τοῦ εἰπεῖν ποιήσατε.

486. εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών (493) φησιν “ἀρχοὺς αὖ νηῶν ἐρέω ;” στικτέον οὖν εἰς τὸ ἴδμεν, καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδόλως δύνα- σθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν οὕτω τὸ πᾶν· ἔσπετε νῦν μοι, Μοῦ- σαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, εἰ μὴ αὐταὶ διʼ ἑαυτῶν εἴποιτε. τὸ δὲ “ὑμεῖς γὰρ θεαί ἐστε” ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.

488. καίτοι λέγει καὶ περὶ τοῦ πλήθους διʼ ὧν φησὶν “ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα” (719), καὶ δῆλός ἐστι βουλόμενος ἐμφῆναι τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τὸ τοῦ πλείονος καὶ ἐλάττονος λαμβά- νοντας κατὰ τὸν Θουκυδίδην (1, 10) τεκμαίρεσθαι πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν ὅτι οὐ χαλεπόν φησι τὸ εἰπεῖν τὸν ἀριθμὸν, ἀλλὰ τὸ περὶ ἑκάστου διελθεῖν ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων τὸ τίς καὶ πόθεν καὶ τίνων πατέρων, καὶ τὰς πράξεις καὶ τὰ πάθη, ἃ καὶ ὑπὲρ διήγησιν. ὑπισχνεῖται δὲ τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκεί- νων βοηθείας τυχών. τὸ δὲ μνησαίατε ἀντὶ τοῦ αὐταὶ εἴποιτε καὶ διεξέλθοιτε.

[*](5. * ἐγὼ] om. 26. *λαμβάνοντας] λαμβάνοντες 6. *ἐμαυτοῦ] ἑαυτοῦ)
136

494. * Βοιωτῶν] διὰ τί τοῦ δεκάτου ἔτους τῆς μάχης ἐνστάντος νεῶν κατάλογον ποιεῖται Ὅμηρος; ἢ ὅτι καὶ ἡ ὑπόθεσις αὐτῷ περὶ τὸ δέκατον ἔτος τοῦ πολέμου εἴληπται. γνώριμον δὲ τῷ θεατῇ οὐκ ἦν γενέσθαι μὴ προκαταλεχθέντων τῶν ἀφικομένων. ἡ μέντοι πρό- φασις εὔλογος· ὠργισμένου γὰρ τοῦ Ἀχιλλέως καὶ ἡ τοῦ τείχους οἰκοδομὴ εὔλογον ἔσχε πρόφασιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φυλὰς διάκρισις, ὅπως ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντες. καὶ ὁ Τρωϊκὸς ὡσαύτως διάκοσμος ἐν πεδίῳ τότε παρατασσόμενος. καὶ ἄλλως τοῖς μὲν Τρωσὶ τὸ θαρσῆσαι, τοῖς δὲ Ἕλλησι τὸ εὐλαβεστέρους γενέ- σθαι· τοῦτο δὲ ἑκατέροις αἴτιον ἐγίγνετο τῆς διακοσμήσεως, καὶ τῷ ποιητῇ πρόφασιν ἐδίδου τῆς εὐλόγου ἐντάξεως τοῦ καταλόγου.

θαυμάσιος ὁ ποιητὴς μηδʼ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως, πάντα δʼ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, τὴν τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγὴν, τὸν Ἀχιλλέως θάνατον· ἡ γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν τὸν κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρακτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων λόγων ἰδέας, δραματικὴν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλίδου, μιμητικὴν, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν τοῖς τῶν πόλεων ἐπιθέτοις, καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγκτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καὶ ποτὲ μὲν τῷ ἔναιον, ἄλλοτε δὲ τῷ εἶχον, ποτὲ δὲ τῷ ἐνέμοντο χρῆται· καὶ ποτὲ μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πόλεις, ὁτὲ δὲ τοὐναν- τίον. καὶ ποτὲ μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις, ὁτὲ δὲ κατʼ ἐπι- τομήν. νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατάλογος στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ ἐν μεσαιτάτῳ τῆς Ἑλλά- δος ἡ Βοιωτία· ἔστι δὲ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δυσμῶν δὲ Φωκὶς, Βορείων δὲ Λοκρὶς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ ὅτι [*](6. *φυλὰς] φύλα 11. *ἐντάξεως] ἐκτάξεως 32. *ἐν] om.)

137
μέγιστον εἶχε ναυτικὸν, ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐίδι συνήχθη τὸ ναυτικόν. ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκη- σεν. οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶνται. Καλυδῶνα μὲν Αἰτω- λοῖς ἐχαρίσατο, ἀμφισβητοῦσι πρὸς Αἰολέας, μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρʼ Ἀθηναίων ἐκομί- σαντο διὰ τοῦτο τὸ ἔπος “καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην” (836). Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκαλησοῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦτα “οἳ Μίλητον ἔχον Φθειρῶν τʼ ὄρος ἀκριτόφυλλον, Μαιάνδρου τε ῥοὰς, Μυκαλησοῦ τʼ αἰπεινὰ κάρηνα” (868). καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπέ- νειμε διὰ τὸ “Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκαι νῆας” (557), προσθεὶς τὸ “στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες,” καίτοι Μεγαρέων ἀντεχομένων τῆς νήσου.

Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος Βοιωτὸς, ἀφʼ οὗ ἡ Βοιωτία, οὗ Ἐτεωνὸς, οὗ Ἀρηΐλυκος. Ἀλεκτρυὼν, Ἵππαλκμος, Ἀλεγήνωρ· Ἀρηϊλύκου Ἀρκεσίλαος καὶ Προθοήνωρ, Ἀλεκτρυόνος Λήϊτος, Ἱπ- πάλκμου Πηνέλεως, Ἀλεγήνορος Κλονίος. πάντες δʼ ἅμα ᾤκουν.

495. Κλονίος] τὰ εἰς ος κύρια τριβράχεα παραληγόμενα τῷ ῑ παροξύνεται, πλὴν τοῦ Ἄνιος Ἅλιος καὶ Κρόνιος καὶ Ξένιος.

496. οἵ θʼ Ὑίην] ἀπὸ Ὑριέως. οἱ δὲ Θυρίην γράφοντες ἁμαρ- τάνουσιν.

Αὐλίδα] παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι.

497. Σχοῖνον] ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης.

Ἐτεωνόν] ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογόνου μὲν Βοιωτοῦ, πατρὸς δὲ Ἐλεῶνος καὶ τῶν ἄλλων. ὀξυτόνως δὲ ὡς μελεδωνός. κολύκνημον δὲ ὀρεινὴν, ἢ τὴν πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον.

498. Θέσπειαν] ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, θυγατέρες ἦσαν ν΄. Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκήσασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη.

Γραῖαν] ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρὸς, Λευκίππου δὲ γυναι- κός. Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, ὡς Εὐφορίων “οἳ πλόον ἠρνήσαντο καὶ ὅρκον Αἰγιαλήων.”

[*](6. * καταλόγῳ] καταλόγοις λοῖο Eustathius p. 266, 20. Vera 24. τοῦ πατρὸς] * τοῦ Ἀθάμαντος scriptura est ὅρκους Αἰγιαλήων: de τοῦ πατρὸς quo dixit Meinekius ad Eupho- 33. ὅρκον Αἰγιαλήων] ὅρμους αἰγια- rion. p. 115.)
138

499. Ἅρμ᾿] ὅτι ἐκεῖ κατεπόθη τὸ ἅρμα τοῦ Ἀδράστου, οἱ δὲ τὸ Ἀμφιαράου.

Ἐούθρας] ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. ἔστι δὲ ἀπὸ Ἐρυ- θρίου τοῦ νεωτέρου τῶν Ἀθαμαντιδῶν.

500. Ἐλεῶν᾿] ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ. ἐξέτεινε τὸ ῡ διὰ τὸ μέτρον· “Ὕλῃ ἔνι οἰκία ναίων.” ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· “Τμώλῳ ὕπο νιφόεντι, Ὕης ἐν πίονι δήμῳ” (Il. 20, 385).