Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

416. Ἑκτόρεον δὲ χιτῶνα] προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν Ἕκτορα.

417. ῥωγαλέον] διερρωγότα, παρὰ τὸ ῥήσσω.

418. δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει τοῖς ὀδυνωμένοις.

419. οὐδʼ ἄρα πώ] διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς “ἀνένευε δέ” (Il. 6, 311).

423. * Πορφυρίου. Ἀρίσταρχος τὰ κνίσση οὐδετέρως ἀκούει, καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰς ος ληγόντων οὐδετέρων παρʼ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει. ἀλλʼ ὥσπερ τὰ τεμένη ἀδιαιρέτως εἴρηκεν, ὡς τὸ “Τηλέμαγος τεμένη νέμεται” (Od. 11, 185), οὕτω καὶ τὰ κνίσση. καὶ ἔστιν ἐν τῇ κωμᾳ- δία τὸ ἑνικόν· “τὸ κνῖσσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.” πλεονάζει δὲ Ὅμηρος τῇ θηλυκῇ προσηγορίᾳ. σημαίνει δὲ καὶ τὴν ἀναθυμίασιν τῶν κρεῶν, ὡς ὅταν λέγῃ “ καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς [*](27. * Πορφυρίου] om. Rectum est κνίση et κνῖσος, κνίσση (alterum σ superscr.)])

130
ἀϋτμή” (Od. 12, 369) καὶ “κνίσση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ” (Il. 1, 317). σημαίνει καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γα- στέρων ἔφη “ἐμπλείην κνίσσης τε καὶ αἵματος” (Od. 18, 119). σημαίνει καὶ τὸν ἐπίπλουν, ὡς ὧδς “κατά τε κνίσσῃ ἐκάλυψαν, δίπτυχα ποιήσαντες.” διπλᾶ γὰρ ποιήσαντες τὰ κνίσση τοὺς μηροὺς ἐπεκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνισση· ἐπεὶ γὰρ δύο οἱ μηροὶ, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον αὐτῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον.

432. * τὸ ἕντο γίνεται παρὰ τὸ ἵημι τὸ πέμπω· τὸ παθητικὸν ἵεμαι, ὁ παρατατικὸς ἱέμην ἵεσο ἵετο ἱέμεθα ἵεσθε ἵεντο, καὶ ἐκβολῇ τοῦ ῑ ἕντο, καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξέντο. γίνεται δὲ καὶ ἐκ τοῦ ἔω τὸ τελειῶ. τὸ δὲ ἔω σημαίνει ἑπτά. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐΰς ὁ ἀγαθός· ὁ γὰρ ἀγαθὸς βέβαιος. ἕω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός. ἕω τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ ἐπιειμένε. ἕω τὸ τελειῶ, ὡς τὸ “ἐξ ἔρον ἕντο.” ἕω τὸ καθέζομαι, ὡς τὸ “ἧσο παρʼ αὐτὸν ἰοῦσα (Il. 3, 406). ἕω τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἥδω. ἕω τὸ κορεννύω, ἐξ οὗ καὶ τὸ “ἐπεί κʼ ἔωμεν πολέμοιο” (Il. 19, 402).

435. ἡ μὲν Ἀριστάρχου οὕτως εἶχεν, ἡ δὲ Ζηνοδότου μηκέτι ταῦτα, τινὲς δὲ δὴ αὖθι χωρὶς τοῦ θ, Καλλίστρατος δὲ μηκέτι δὴ νῦν. λεγώμεθα δὲ ἀντὶ τοῦ ἠθροισμένοι ὦμεν. στρατηγικὴ ἡ παραγ- γελία, χρόνου φείδεσθαι· ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλ- λάδος ἐκράτησε, μηδὲν ἀναβαλλόμενος, εἶπεν.

ἐγγυαλίξει] δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ ὀνείρου ἐπηγγείλατο.

439. ἡμεῖς δʼ ἀθρόοι] θαυμαστῶς τὴν τάξιν Ἀχιλλέως ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν πρώην εἶχεν.

444. τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα] δύο ταῦτα τὰ μέγιστα μαρτυρεῖ αὐτοῖς, εὐταξίαν καὶ εὐψυχίαν.

446. ἵνα μὴ ἀπιστοῖτο, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.

447. ἀγήρων] οὕτως καὶ Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ὡς καὶ ἀλλαχοῦ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444).

[*](6. * δίπτυχα δὲ αὐτὰ τὰ κνίση] 21. *φείδεσθαι] μὴ φείδεσθαι δίπτυχα ποιήσαντες 22. * ἀ. εἶπεν] εἶπεν ἀ. 9. * τὸ παθητικὸν] ὁ παθητικὸς 28. ἀπιστοῖτο] *ἀπιστοῖτο τὸ τάχος 18. μηκέτι] μὴκέτι cum duplici 30. Ἀριστοφάνης] Ἀριστοτέλης. accentu hic et infra. Correxi ex scholio Veneti A. )
131

*ζήτει τὴν ἐξήγησιν τῆς αἰγίδος εἰς τὴν Βοιωτίαν, ἐν τῷ στίχῳ τῷ οὕτως ἔχοντι “πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ” (787).

448. τῆς ἑκατὸν θύσανοι] ἀντὶ τοῦ πολλοί. τῷ δὲ πλήθει τοῦ ἀριθμοῦ πίστιν πεπόρισται.

450. σὺν τῇ παιφάσσουσα διέσσυτο] ἀναδιπλασιασμός ἐστι φάσσω παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη πασπάλη. παι- φάσσειν δέ ἐστι τὸ φανεροῦν ἑαυτὸν, ἀλλʼ ἐν ἀγγέλου σχήματι μένειν.

452. εἰς τὸ καρδίῃ στικτέον, ἄληκτον δὲ ἀντὶ τοῦ ἀλήκτως.

453, 454. νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ· πρόσφατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μεταβολὴ οὐκ ἄνευ θεῶν τινός.

455. ἠιΰτε πῦρ] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ τῷ ὄρει ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.”

460. χηνῶν ἢ γεράνων] μουσικὰ γὰρ καὶ ἥμερα καὶ συναγελα- στικὰ ταῦτα· οἰκείως οὖν ἐπʼ αὐτῶν καὶ ἔθνεά φησιν.

461. Ἀσίω] οἱ μὲν τῷ ἄσιν ἔχοντι· ἀξιοπιστότερον δέ ἐστι τοῦτο κύριον αὐτῷ περιτιθέναι ὄνομα. ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ῑ, ὡς τὸ “ἐϋμελίω Πριάμοιο” (Il. 4, 165). οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου καὶ Πτολεμαῖος ἐν τῷ περὶ συναλοιφῆς· κατὰ δὲ τὰς προχοὰς πηλώδη τόπον ὁ Κάϋστρος ἀπεργάζεται. ὅπου δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνέων.

*ἄλλοι δὲ, ἐν τῷ τῆς Ἀσίας συμφύτῳ· ἆσις γὰρ καλεῖται κατὰ διάλεκτον ἡ ἰλύς. ἄλλοι δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ὃς ἦρξε Λυδίας.

462. Ἀρίσταρχος ἀγαλλόμενα, ἵνʼ ᾖ πρὸς τὰ ἔθνη. ἀλλʼ οὐδὲ τὸ ἀγαλλόμεναι ἄχαρι.

πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες, ὡς τὸ “κίνηθεν δὲ φάλαγγες ἐελπόμενοι παρὰ ναῦφιν” (Il. 16, 280).

463. κλαγγηδὸν προκαθιζόντων] ἄλλου πρὸ ἄλλου καθιπταμένων μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ [*](11. *κεῖνται] κεῖται 31. * ὑπήντησε—ἐελπόμενοι] ὑπέ- 24. * συναλοιφῆς] συναλιφῆς στησε—ἀελπόμενοι)

132
τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους μου- σικοῖς ὀρνέοις, καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι· ἐπὶ δὲ τῶν Τρώων (Il. 3, 3) ἐπὶ φθορᾷ.

ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων, καὶ ἐπὶ τὸ λειμών· τὸ δὲ ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών· τὰ δὲ λοιπὰ διὰ μέσου.

τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαραγεῖ ὀνοματοποιίας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος.