Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

207. κοιρανέων] ἀντὶ τοῦ βασιλικὰ διαπραττόμενος καὶ οἱονεὶ ὡς περὶ ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει.

209. κῦμα] τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ τὴν ἀπήχησιν τὸν βρόμον.

210. αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς τῷ ὑποκειμένῳ τετρά- χυνται τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ, ἐμφῆναι θέλων τὴν τῶν κυμάτων παράτασιν.

[*](10. δόξειεν et p. 110, 16. λύοιτο] 24. *δογματίζει] δοκιμάζει Adde ἄν)
105

212. Θερσίτης] ἐπίτροπον τοῦ ποιητοῦ φασὶν αὐτὸν, σφετερισά- μενον τὴν οὐσίαν, ὃν δὴ κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέλωτι παυομένην, πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ γελᾶν καὶ γελᾶσθαι Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ Α, ὅτε περὶ τῆς Ἥρας λέγει, παρίστησι μὲν ἀπειλοῦντα Δία, Ἥφαιστον δὲ γελοῖον φαινόμενον. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· ἀλλ᾿ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει, ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ νεικείειν βασιλῆας.

Φερεκύδης δὲ καὶ τοῦτον ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν· ὑποδείσαντα δὲ καὶ τὴν τοῦ συὸς ἐκκλίνοντα μάχην ὑπὸ Μελεάγρου κατακρημνισθῆναι, διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φησιν. εἰ δέ γε συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνους ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν νῦν χρεία.

*διὰ τί μηκέτι μέλλων ὁ ποιητὴς τοῦ Θερσίτου μνημονεύειν ἅπαξ αὐτοῦ ἐδεήθη: καὶ τίς ἡ χρεία τοῦ δεηθῆναι ἐν τῷ θορύβῳ τῷ γεγο- νότι ἐκ τῆς Ἀγαμέμνονος τῶν Ἑλλήνων πείρας, ῥητέον δὲ ὅτι παρα- λόγως γεγονυίας τῆς Ἑλληνικῆς στάσεως διὰ τὸ ἄλλως ἐκδέχεσθαι τοῦ βασιλέως τοὺς λόγους καὶ μὴ συνιέναι ὅτι πείρας ἕνεκα εἴρηκε τοὺς πολλοὺς καὶ συρφετώδεις, καὶ μάλιστα τῆς ἀγνοίας ἐν τῷ χυδαίῳ πλήθει γεγονυίας—τοῖς γὰρ ἡγεμόσι προείρητο ἡ τοῦ βασι- λέως γνώμη, οἷς ἐν τῷ προβουλίῳ ἐρρήθη “καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν” —, ἐκ τῶν πολλῶν ἔδει καὶ χυδαίων γενέσθαι τὴν μέμψιν· οὐ γὰρ ἐκ τῶν βασιλικὴν καὶ ἀναπολόγητον ἐσχηκότων τῆς στάσεως τὴν αἰτίαν. ἅπαξ δὲ ἐκ τῶν χυδαίων ὀφειλούσης γενέσθαι τῆς ἀταξίας, τοιοῦτον πρόσωπον εἰκότως ἐδέξατο, ὃ προσυνίστησιν ὅτι “ἐπὶ φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι. [*](28. ἐρρέθη] ἐρήθη 31. βασιλικήν Vill.] βασιλικῶν)

106
εἰδὼς δὲ ὅτι ὀργαὶ χυδαίων καὶ πλήθους ἀνοήτου ἢ φόβῳ κρατοῦνται ἢ γέλωτι διαχέονται, ἀμφοτέροις κέχρηται, φόβῳ μὲν διὰ τοῦ Ὀδυσσέως, διαχύσει δὲ καὶ γέλωτι οὐκ ἂν ἄλλως ἔσχε χρήσασθαι ἢ διὰ τοῦ τοιούτου προσώπου, ὥστε τὸ αὐτὸ παρέλαβεν εἰς ἔνδείξιν τῆς τοῦ χυδαίου πλήθους στάσεως, οἵα τις ἦν, καὶ εἰς τὴν τοῦ γέλω- τος ὑπόθεσιν. καὶ μετὰ τοῦτο ἐξεῖλεν αὐτὸν τῆς ποιήσεως, ὅτι καὶ πᾶσαν τοιαύτην στάσιν ἐν τοῖς μετὰ ταῦτα τῶν ποιημάτων ἐξώρισε. τοιοῦτόν τι καὶ ἐν στάσει θεῶν καὶ ἔριδι, ἐν ἧ ἔφη “ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες” (Il. 1, 570). ἐπενόησε διὰ τῆς Ἡφαί- στου οἰνοχοΐας, ὃν κυλλοποδίωνα καὶ ἀμφιγυήεντα ἔφη, διὰ τῆς τούτου οἰνοχοίας τὴν στάσιν βουληθεὶς εἰς γέλωτα περιτρέψαι. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα πρῶτος ὑπέβαλεν εἶναι καὶ τὰς παρὰ τῶν ἀνθρώπων ὀργὰς θεῶν διαλύεσθαι καὶ διὰ γέλωτος ὡσανεὶ γέλωτος ἀξίων τῶν ἀνθρώποις προσηκόντων πραγμάτων.

ἀμετροεπής] “πάντων” γάρ φησι “κόρος ἐστίν” (Il. 13, 636), ὃν οὐκ ᾔδει οὗτος. οἱ δὲ μέτρον τὴν τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον μετʼ αὐτῶν αὐτόν. Θερσίτης δὲ παρὰ τὸ θάρσος Αἰολικῶς θέρσος. θάρσος γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου.

213. ὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη] τοῦτο πάντων ἄτοπον, κἂν δοκῇ τισὶ βραχὺ εἶναι.

215. ὅ τι] τὸ ὅ τι ἀναφορικόν ἐστι. εἴσαιτο δὲ ἀντὶ τοῦ φανείη, ἢ δόξειεν. ἀπὸ κοινοῦ τὸ ἐδόκει. ἔστι δὲ εὐκτικὸν ἀντὶ ὁριστικοῦ ὡς τὸ “καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης” (Il. 5, 311).

217. φολκὸς ἔην] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες·” “ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον” (Il. 24, 632). γίνεται δὲ παρὰ τὸ ἐφέλκεσθαι τὰ φάη. ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται. σημείωσαι δὲ ὅτι ἅπαξ εἴρηται αὐτῷ.

ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. ὃ καὶ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον· ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω ἦν ὅμοιος τὼ πόδε.

218. συνοχωκότε] ἀπὸ τοῦ συνέχεσθαι, ὅ ἐστι συμπεπτωκέναι. [*](2. διαχέονται Vill.] διαδέχονται 21. πάντων ἄτοπον] * πάντων om. 16. *ἀπεραντολόγον] ἀπέραντον τὸν 30. * ἐπεὶ] ἐπὶ λόγον)

107
καὶ “ξυνοχῇσιν ὁδοῦ” (Il. 23, 330) ταῖς ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν. ἐπὶ στῆθος δὲ, ἵνʼ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν.

219. φοξὰ κυρίως εἰσὶ τὰ πυριρραγῆ ὄστρακα, φλοξά τινα ὄντα. ψεδνή] πιθανῶς τοῦτο, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυ- πτόμενον. τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω, ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα.

220. τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ συνάδει τούτοις· “συνετὸς συνετὸν φιλεῖ, ἄφρονα δʼ ἄφρων.” τοῖς οὖν καλλίστοις ἐναντίος ὁ ἔχθιστος.

221. τότʼ αὖτʼ Ἀγαμέμνονι] αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς. αἴτιος δὲ αὐτὸς ὡς τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμῷ σωφρονίσαι.

225. Ἀτρείδη, τέο δʼ αὖτʼ ἐπιμέμφεαι] τὸ ἄμετρον ἐπιδείκνυσιν· ἃ δὲ ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγειν ἔδει, ὅτε ἔλεγεν Ἀγαμέ- μνων “ἀγέραστος ἔω” (Il. 1, 119) καὶ “ἧσθαι δευόμενον” (ib. 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώ- μενος. τοιαῦτα δὲ ἦν καὶ τὰ παρὰ Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (ib. 166)· τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.

228. πρωτίστῳ] φωνὴ ὑπερθετικὴ, ὡς ἐλευθερώτατος καὶ μονώ- τατος. οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς “Τρώων ἐκ- πέρσωσʼ” (Il. 1, 164)· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολε- μίους.

229. ἢ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι ὅν κέ τις οἴσει] οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς ἀπλήστου αὐτοῦ δηλοῦν ἀδικίας.

231. ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτὸν, ὃ δὴ δείκνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα.

232. ἠὲ γυναῖκα νέην] ἐλεεινὸς παρʼ αὐτοῦ καὶ ἐφύβριστος διὰ Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ ἄγω ἀπὸ κοινοῦ.

234. ἀρχὸν ἐόντα] ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι. κακῶν δὲ διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν διʼ αὐτόν.

235. ὦ πέπονες] τὸ πέπονες ἀντὶ δύο παραλαμβάνεται, ἐπαίνου καὶ ψόγου. καὶ ἐνταῦθα μὲν ἐπὶ ψόγου· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν

108
πεπαινομένων καρπῶν, οἳ μετρίως πεπανθέντες εὔχρηστοι καὶ εὐαπό- δεκτοι, ὑπερπεπανθέντες δὲ ἔκλυτοι καὶ σεσηπότες· διὸ ἡ λέξις τὰ ἐναντία σημαίνει. ἐπὶ δὲ τοῦ ἐπαίνου, ὡς τὸ “ὦ πέπον ὦ Μενέλαε” (Il. 6, 55).

ὁ πέπων καὶ ἡ πέπων κοινὸν καὶ τὰ πέπονα. ὅμοιον δέ ἐστι τῷ “ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1, 231). γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ καὶ τῷ σώματι καὶ τὴν ψυχὴν ἐπονείδιστος.

236. σὺν νηυσὶ νεώμεθα] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, εἰς ὅνπερ ὁρμήσαντες ἐπεσχέθησαν· καὶ τὸ φεύγωμεν διὰ τοῦ νεώμεθα ἰάσατο.

237. κυβεύειν, περιφέρειν, ἢ κατέχειν, ὡς τὸ “χόλον θυμαλγέα πέσσων” (Il. 9, 561).