Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

169. Διὶ μῆτιν ἀτάλαντον] εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διὶ μῆτιν ἀτάλαντον ἔλεγε καὶ θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα. πῶς γὰρ οἱ θεοὶ δοκοῖεν ἂν ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἀνδρῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα; ὃ δὲ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, ὡς σοφὸς ἀρχιτέκτων, διὰ δραστηρίου τοῦ ὑπηρέτου ποιεῖ· οὗτος γὰρ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, ἀλλʼ οὐχ ὡς Νέστωρ τὸ ἕν.

*Πορφυρίου. λύων ὁ Ἀριστοτέλης τὸ τάλαντον οὔτε ἴσον φησὶ τότε καὶ νῦν εἶναι, οὔτε ἀφωρισμένῳ χρῆσθαι σταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι, ὡς καὶ φιάλη σχῆμά τι ἀφωρισμένον ἔχον σταθμὸν, μέτρον δὲ οὐκέτι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐστι, ποσὸν δὲ οὐκέτι ἀφωρισμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖς ὑπερφίαλον καὶ ἀτάλαντον. ὥσπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ σημαίνει καὶ ἄμε- τρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης (ὑπερφίαλος γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆς φιάλης), οὕτω καὶ ἀτάλαντος ὁ ἐξῃρη- μένος τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίσων ἐκβε- βηκὼς ἴσος ἂν εἴη· ὁ γὰρ οὐκ ἄνισος, οὗτος καὶ ἀτάλαντος, ὁ τὸ ἄνισον τῶν ταλάντων μὴ ἔχων· διὸ καὶ ἴσος· ὃ γὰρ ἐν ἄλλοις ἔφη “ἶσος Ἐνυαλίῳ,” τοῦτο δεδήλωκεν ἐν τῷ “ἀτάλαντος Ἄρηϊ.”

170. οὐδʼ ὅγε νηός] ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν, οὐδὲ αὐτὸς ποιεῖ.

171. ἐπεί μιν ἄχος] τὸ μίν ἀντὶ τοῦ αὐτόν. ἄχος δέ ἐστιν ἡ ἄφωνος ἀνία, οἵαν καὶ ἡ Νιόβη ἔσχεν.

173. διογενὲς Λαερτιάδη] τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλη- τικὸν προσαγορεύεται. τὸ δὲ πολυμήχανέ τινες ταυτὸν τῷ πολύτροπέ φασιν.

[*](11. Πορφυρίου] Repetitum hoc ὅτι ἐν λιταῖς προτίθησι δέκα τάλαντα scholion ad 13, 295, ubi in initio χρυσοῦ πρὸς πολλῇ προικί. λύων οὖν omissum est λύων. λύων qui delevit ὁ Ἀριστοτέλης cet. non animadverterat deesse initium 13. Verba σχῆμά τι ἀφωρισμένον ζρτήματος, quod in aliis libris ser- —μέτρον τί ἐστι delet Thurot. Revue vatum est ad 23, 269 διὰ τί ὁ critique 1870 p. 152. Ἀχιλλεὺς ἐν τῷ τετάρτῳ ἀγῶνι πλεῖ- 17. ἀμέτρου] μέτρου Thurot. Aliter στον ἀποδίδωσιν ἆθλον; τὰ γὰρ δύο Rosius in Aristot. pseudepigr. τάλαντα τοῦ χρυσοῦ πλεῖον ἵππου καὶ p. 155. γυναικός. ὅτι δὲ οὐκ ὀλίγον ἧν σημεῖον 25. *αὐτὸν] αὐτοῦ )
102

175. φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι] εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα τῷ ἥρωϊ δειλίας ἐγκλήματα. πολυκλήϊσι δὲ ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. τὰ δὲ τῷ η παραληγόμενα μακρο- κατάληκτα ἐν τῇ συνθέσει ἀναδιδόασι τὸν τόνον, οἷον μελάμψηφις μελάγκρηπις εὔκνημις· οὕτως καὶ τὸ πολύκληϊς. τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ δηλοῖ τὸ ἐμβάντες.

179. ἀλλʼ ἴθι νῦν] ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦτο παραγαγὼν αὐτὸν ὑπʼ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς Ἥρας ποιεῖν ἐπετέτακτο.

182. ξυνέηκε θεᾶς ὄπα φωνησάσης] συνῆκε τὴν ὄπα φωνησάσης τῆς θεᾶς.

183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἔστι δὲ ὅτι ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ .ἀπαρέμφατον ἀντὶ μετοχῆς. ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ εὐπερίσταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλοὺς, ἡ ἵνα ταπεινὸς ὑπηρέτης εἶναι δοκῇ τῶν βασιλικῶν δογμάτων. οἱ δὲ, ὅτι ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκεν. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι “πορφύρεον μέγα φᾶρος ἔχων” (Il. 8, 221).

* Πορφυρίου. ἀπὸ δὲ χλαῖναν βάλε] ἀπρεπὲς εἶναι δοκεῖ τὴν χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατο- πέδου, καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δʼ Ἀρι- στοτέλης, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλος ἐπιστρέφηται, καὶ ἐξι- κνῆται ἡ φωνὴ ὡς ἐπὶ μεῖζον ἄλλου ἄλλοθεν συνιόντος, οἷον καὶ Σόλων λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ἄλλοι δὲ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸς τὸν δρόμον ἡ χλαῖνα. οἱ δὲ, ὅτι ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονος προσταγμάτων δεῖξαι βούλεται. οἱ δὲ, ὅτι τὸ σκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγα- μέμνονος, ὥστε τὴν ἐξουσίαν ἔχων τὴν βασιλικὴν τὸ οἰκεῖον σχῆμα τῆς ἀξίας περιεῖλεν. οἱ δὲ, ὅτι τρέχοντος αὐτοῦ πεσεῖν αὐτομάτως συνέβη. οἱ δὲ, ὅτι τὴν σπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆς πτώσεως [*](5. μελάμψηφις] μελαμψῆφις pa- Solon. c. riterque κρῆπις εὐκνῆμις—πολυκῆῖς 27. * προσταγμάτων] πραγμάτων 20. * Πορφυρίου] Ἀριστοτέλους 31. *συνέβη. οἱ δὲ] συνέβη. βῆ δὲ hic ut p. 101, 11 et alibi. V, ad θέειν, ἀπὸ δὲ χλαῖναν βάλε, τήν δʼ p. 91, 3. ἐκόμισε κῆρυξ Εὐρυβάτης.οἱ δὲ 24. Σόλων] Conf. Plutarchi V.)

103
τῆς χλαμύδος, ἥτις ἐγεγόνει. οἱ δὲ μᾶλλον συντίθενται, ὅπως ἐπι- στρέψῃ τὸ πλῆθος πρὸς ἑαυτὸν ἀπὸ τῆς περὶ τοῦ φεύγειν ταραχῆς, ἐπέχων διὰ τοῦ ξενισμοῦ, ὡς καὶ τὸν Ἀγαμέμνονα ἑτέρωθί φησι πορφύρεον μέγα φᾶρος ἔχοντα παρακελεύεσθαι τοῖς Ἕλλησιν. τὸ δὲ σκῆπτρον λαμβάνειν ἔοικε παρὰ τοῦ Ἀγαμέμνονος ἤτοι ἵνα τὰ τῷ βασιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βασιλέως λαβεῖν τὴν ἐξουσίαν, ἢ ἵνα ἀντὶ βασιλέως φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτο- κράτορος εἰς τοὺς πλημμελοῦντας εἰληφέναι ἐξουσίαν, ἢ ὅτι ἄλλως οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ σκῆπτρον ἔχοντα.

186. τὸ σκῆπτρον δέχεται, ἵνα δοκῇ παρὰ τοῦ βασιλέως εἰλη- φέναι τὴν τοῦ κοσμεῖν ἐξουσίαν, καὶ μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγαμέμνονος λόγους. τὸ δὲ ἄφθιτον πέπλασται ποιητικῶς. τὸ μὲν γὰρ ἀθάνατον ἐπὶ τῶν ἐμψύ- χων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων.

189. τὸν δʼ] δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή. οὐκ ἐγκλιτέον δὲ αὐτόν. χρῆται γὰρ αὐτῷ συνήθως ὁ ποιητὴς περιττῷ.

190. οὔ σε] ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια. δειδίσσεσθαι δὲ ἀντὶ τοῦ εὐλαβεῖσθαι. θωπεύων δὲ δυσωπεῖ.

191. κάθησο] τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν. διὰ δὲ τῶν ἐμφανῶν καὶ τὸ πᾶν ἱδρύει πλῆθος.

193. ἀπὸ τοῦ “νῦν μὲν” ἕως τοῦ “τιμὴ δʼ ἐκ Διός ἐστι” τὸ νόημα εἴρηται. ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ προτρεπ- τικά. τὸ δὲ τάχα διστακτικόν ἐστιν.

εἰς ὑπόνοιαν αὐτοὺς ἄγει, καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, ἀλλὰ συγκαλύπτει τὸν τοῦ λόγου νοῦν.

194. ἐν βουλῇ δʼ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ Ἀγαμέμνων; ἵνʼ ᾖ μὴ διστακτικόν.

*διὰ τί τὸ ὄναρ οὐδεὶς τῶν ἐν τῷ προβουλίῳ ἀκούσας παρὰ Ἀγα- μέμνονος ἐξεῖπε τοῖς ἄλλοις Ἕλλησιν: ἓν μὲν αἴτιον, εὐλάβεια γὰρ ἦν μὴ ὑπονοήσωσιν οἱ Ἕλληνες ὅτι διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν τὸν ὄνειρον πλάσσει, ὅπερ οὐ βασιλικόν· ἕτερον δὲ, ὅτι τὰ τῶν ὀνεί- ρων οὐ βεβαίως πιστεύεται, διʼ ἣν αἰτίαν οὐκ ἐξεῖπε· τρίτον δὲ, ὅτι [*](1. ἐπιστρέψῃ] ἐπιστῥ σμοῦντων 3. * ὡς] ὧ 32. πλάσσει Cobetus] πράσσει 11. τοῦ κοσμεῖν] *κατὰ τῶν ἀκο-)

104
τὰ ἐν ταῖς βουλαῖς βασιλικὰ σκέμματα καὶ διηγήματα τοὺς ἀκού- οντας οὐ προσῆκεν ἐκκαλύπτειν.

196. μέγας] ἐπηρμένος καὶ φοβερός. ἀλλὰ καὶ μεγαλήτορας τοὺς βασιλέας φησίν. καλῶς δὲ ταῦτα προστέθειται, ἵνʼ ὦσι μὲν δεδοικότες ὡς μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, ἐπειδὴ καὶ θεὸν τιμᾷ ὁ μετʼ αἰδοῦς πειθαρχῶν βασιλεῖ.

198. βοόωντά τʼ ἐφεύροι] ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν, οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι “τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν” (151).

199. τὸν σκήπτρῳ ἐλάσασκε] δόξειεν εἶναι τοῦτο ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης “σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον” τύπτει τινάς· ταῦτα γὰρ παρακούοντος τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς Ὀδυσσεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμησις ἄλογος· εἰκὸς γὰρ ἦν ἐν τῷ τοσούτῳ θορύβῳ σφάλλεσθαι πολλάκις καὶ Ὀδυσσέα· πάντες γὰρ ἐν τοῖς τοιούτοις καιροῖς συνταραττόμεθα παρηχούμενοι ὥστε πολλὰ ἐπιλανθάνεσθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θρασεῖς κολακευόμενοι πτεροῦνται, μᾶλλον δὲ πληγαῖς ὑπείκουσι.

200. ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε] ἐν ἡσυχίᾳ κάθησο καὶ τῶν βασιλέων ἄκουε. τοῦτο δέ φησιν, ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένηται.

203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγε, τὴν μάχην ἐξῆπτε τῶν σπουδαρχιδῶν καθαπτόμενος ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ. ἀγαθὸν δὲ τὸ συμφέρον. δογματίζει δὲ περὶ πολιτειῶν.

205. ᾧ ἔδωκε Κρόνου πάϊς] εἰ μὴ γὰρ ἦν, φησὶ, καλὸν, οὐδʼ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ βασι- λείας φιλονεικεῖν καὶ διαφέρεσθαι. ἄμα δὲ καὶ σημαίνει ὅτι τὸ βασιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον.