Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

86. διαστάντες τῶν ἵππων, ἢ ἑαυτῶν· ἀρτύναντες δὲ καταρτί- σαντες.

87. πένταχα κοσμηθέντες] τοσαῦται τῶν Τρώων ἡγεμονίαι, ἐπεὶ πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, ὃ καὶ ἄμεινόν μοι δοκεῖ εἶναι.

92. ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος καὶ ὅτι τοῦ ἡνιόχου ἀπέσχετο καὶ τοῦτον παρέλαβεν ὡς ἐπὶ ἀναγκαίαν πρᾶ- ξιν.

93. κατὰ γαστρὸς ἔχουσα ἡ Ἕκάβη ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε δαλὸν ὑφʼ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν, ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου· ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασιν, ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι ἐτράφη καὶ παρῆλθε μόρον· ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, ἐπελθόντος πολέμου.

96. Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι] μέλλων αὐτοῦ θρα- σεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἀπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ τοῦ πατρός.

103. * Πορφυρίου. πολλάκις ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις γενομένη πλανῷ τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴσαντο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβον καὶ τὸ ἐπορεύθησαν, καὶ ἴσος καὶ ὅμοιος γενόμενος· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ [*](7. Addit B a m. sec. (ad v. cum aliqua scripturae diversitate, 80) οὗτος ὁ Πολυδάμας—καὶ αὐτόθι quam notavit Bernhardyus. ἐτελεύτα ex Pausania (6, 5) apud 16. *τοῦτον] τὸν Suidam s. v. Πολυδάμας Σκοτουσαῖος, 28. *Πορφυρίου] om.)

497
μὲν οὖν δηλοὶ τὰ τοιαῦτα “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) ἓν μέρος ἰδεῖν ὑπέλαβεν, τὸ δὲ ὡς ῥινόν ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐστιν ὡς ἐρινεός· ἦν γὰρ ὡς ὅτε ἐρινός. καὶ τὸ “εἴσομαι αἴ κε τύχοιμι” (Od. 22, 7) ἀπὸ τοῦ εἰδῶ, εἴσομαι, καὶ ἀπὸ τοῦ εἰδῆσαι. τὸ δὲ “εἰσάμενος Κάλχαντι δέμας” (Il. 13, 45) ὁμοιώσας· καὶ “τῷ μιν ἐεισάμενος” (Il. 2, 22), καὶ “εἴσατο δὲ φθογγήν” (ib. 791) ἀντὶ τοῦ ὡμοίωσεν, καὶ “εἰδόμενος Ἀκάμαντι θοῷ” (Il. 5, 462). τὸ μέντοι “εἴσατο νηῶν ἐπʼ ἀρι- στερά” (Il. 12, 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ’ οὗ καὶ τὸ ἴομεν· σημαίνει γὰρ τὸ ἐπορεύθη. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδῶ, ὁ μέλλων εἴσω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίσκω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡσαύτως κἀν τῷ “αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργεστᾶο νότοιο εἴσομαι” ἤγουν πορεύσομαι “ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν” (Il. 21, 334). ὁμοίως δὲ ἔχει καὶ τὸ “ἴθι οἱ καταείσατο γαίῃ” (Il. 11, 358) ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐν τῇ γῇ ἐπάγη, ἐπεστηρίχθη· καὶ ἐν ἄλλοις “ἐν γαίῃ ἵσταντο” (ib. 574). καὶ εἴσομαι ἀντὶ τοῦ γνώ- σομαι, ὡς τὸ “εἴσομαι εἴ κέ μʼ ὁ Τυδείδης” (Il. 8, 532).

105. ἄραρον] ἔφραξαν, ἐπύκνωσαν, ὥπλισαν. τὸ δὲ βόεσσιν ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γάρ φασιν ὅτι περιχρύσους εἶχον ἀσπίδας.

107. ἐμπεσεῖσθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν νηυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον τῶν Τρώων ἦν ἐκεῖ.

108. ἔνθʼ ἄλλοι] πάντων ἄμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων Πολυδάμαντι, Ἄσιος ἀποβῆναι οὐ θέλει. λέγονται μὲν οὖν ἐπίκουροι οἱ πολεμουμένοις ἥκοντες βοηθοὶ, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελ- θόντες.

110. ἀλλʼ οὐχ Ὑρτακίδης] βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ ὁ ποιητὴς τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἔνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο, καταστέλλει οὖν τὴν τῶν πολλῶν ἀλαζονείαν.

113. σημαντικωτάτῳ ὀνόματι κέχρηται τῷ νήπιος ἐν ταῖς ἀνα- φωνήσεσι, καὶ πάνυ ἁρμοδίῳ.

114. τὸ παιδαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ [*](18. εἵ κε] Recte αἴ κε infra p. 22. *αὑφιῶν] αὐτῶν 498, 10. 33. ἁρμοδίῳ] “ἁρμοδίως)

498
καλλωπιζομένου ἵπποις· παρὰ τὸν καιρὸν γὰρ ἀεὶ καὶ αἱ χρήσεις βλαβεραί. στικτέον δὲ εἰς τὸ ἀγαλλόμενος.

116. πρόσθεν γάρ] τεχνικὸν καὶ τὸ τὴν ἀναίρεσιν προειπεῖν, καὶ ὑφʼ ὅτου γενήσεται· οὕτως γὰρ ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν ἐντυχεῖν.

118. αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι ἐπὶ τὰ ἀριστερὰ τῶν νεῶν ὥρμησεν ὅπου ἐκεῖνος ἦν, ἔνθα ἡ ἱππή- λατος πύλη. τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. δηλοῖ δὲ ἡ λέξις τρία, τὸ ὥρμησεν, ὡς ἐνταῦθα· τὸ ἐφάνη, ὡς τὸ “εἴσατο δʼ ὡς ὅτε ῥινόντ·” τὸ ἔγνω, ἐξ οὖ καὶ τὸ “εἴσομαι αἴ κέ μʼ ὁ Τυδείδης.”

121. ὀχῆα] τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν· φησὶ γὰρ “δοιοὶ δʼ ἔντοσθεν ὀχῆες” (455).

122. * τὸ ἀναπεπταμένας εἶχον ἀνέρες οὐκ ἔστιν ἀντὶ τοῦ ἠνεῳγ- μένας μόνον, ἀλλʼ ἠνεῳγμένας κατεῖχον αὐτὰς, ὅπως τοὺς μὲν φίλους εἰσδέχωνται, τῶν δʼ ἐχθρῶν βιαζομένων ἐπικλείωσιν. αὐτὸς δὲ τὴν λύσιν δέδωκε σαφέστερον ἐπὶ τοῦ Πριάμου παραστήσας, ἔνθα φησὶ “πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰσόκε λαοὶ ἔλθωσιν προτὶ ἄστυ πεφυζότες· αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, αὖθις ἐπιθέμεναι σανίδας πυκινῶς ἀραρυίας” (Il. 21, 531).

124. ἰθύς] κατʼ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ, ἐπὶ φρονήματι ἐπαιρόμενος.

τοὶ δʼ ἅμʼ ἕποντο] ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι· διὸ ἐπʼ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο, εὐήθη αὐτῶν τὴν εἰσβολὴν ἐλέγχων.

127. δύʼ ἀνέρας] ὑπερβάλλων ὁ ἔπαινος, ὅτι τὴν τοσούτων ἐπι- φορὰν δύο ἀπεκρούσαντο. ἐνίους μὲν γὰρ διʼ ὅλου ἐξέχοντας προάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν τῷ ἐπι- σφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας φεύγειν συνέβαινεν.

127— 154. * Πορφυρίου. ἐν τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα. Ἀσίου ἐπελθόντος κατὰ τὰς πύλας τῷ τείχει ἐπιλέγει ὁ ποιητὴς περὶ αὐτοῦ τε καὶ τῶν μετʼ αὐτοῦ “νήπιοι, ἐν δὲ —οὔρε- σιν ὑψικάρηνοι” (127—132). διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑστάναι ὡς δρῦς, ἀναμένοντας ἐπερχόμενον μέγαν Ἄσιον, οὐδὲ φέβοντο, εἶτα ἐπαγαγὼν περὶ τῶν [*](23. ἐχρήσατο] *ἐχρήσατο νήπιοι 25. *προάγει] προσάγει 29. *Πορφυρίου] om.)

499
κατὰ τὸν Ἄσιον “οἱ δʼ ἰθὺς— Οἰνόμαόν τε” (137—140), πάλιν ποιεῖ τοὺς περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἔνδον ἐόντας, σὓς πρό- σθεν ἔξω ἑστάναι ἔφη· ἐπάγει γὰρ “οἱ δʼ ἤτοι —σύεσσιν ἐοικότες” (141—146), καὶ πληρώσας τὴν παραβολὴν ἐπάγει “ὡς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων” (151). διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡς ἔξω ἑσταότων, αὖθις δὲ ὡς ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προτάττειν ταῦτα τὰ ἔπη “οἱ δʼ ἤτοι εἵως μὲν εὐκνήμιδας Ἀχαιούς,” ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, “ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους, υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων· οἱ δʼ ἤτοι εἵως μὲν ἐῦκνήμιδας Ἀχαιοὺς ὄρνυον·” εἶτα συνάψαντες τοὺς ἐφεξῆς, ὧν ἡ ἀρχὴ “αὐ- τὰρ ἐπειδὴ τεῖχος, Τρῶας, ἀτὰρ Δαναῶν, ἐκ δὲ τὼ ἀίξαντε, ἀγροτέ- ροισι σύεσσιν, ἀνδρῶν ἠδὲ κυνῶν, ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων, λαοῖσιν καθύπερθε,” εἶτα ἀνατρέχουσιν ἐπὶ τὸ “τὼ μὲν ἄρα προπάροιθε,ʼ καὶ καταβάντες τοὺς δέκα στί- χους ἄχρι τοῦ “ Ἀσιάδην τʼ Ἀδάμαντα,ʼ ἐπάγουσιν “οἱ δʼ ἄρα χτρμαδίοισι” καὶ τὰ ἑξῆς. Ἡφαιστίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη, καὶ δεῖν περιγράφειν ἢ τοὺς ι΄ στίχους τοὺς ἀπὸ τοῦ “τὼ μὲν ἄρα προπάροιθε” (131) μέχρι τοῦ “ Ἀσιάδην τʼ Ἀδά- μαντα” (140), ἢ τοὺς ιγ΄ τοὺς ἀπὸ τοῦ “οἱ δʼ ἤτοι εἵως μὲν ἐύκνή- μιδας Ἀχαιούς” (141) μέχρι τοῦ “λαοῖσιν καθύπερθε” (153). μήποτε δὴ κἂν οὕτως μένῃ ἡ γραφὴ καὶ ἡ τάξις, οὐδὲν ἄτοπον, πρό- τερον μὲν εἰπόντος τοῦ ποιητοῦ ὅτι περὶ τὰς πύλας ἦσαν οἱ περὶ τὸν Πολυποίτην “ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους,ʼ ἐπισομηνα- μένου τε ὅτι καὶ ἔξωθεν ἑστῶτας εὗρον, εἶτα καὶ ἐπαναδραμόντος, ὅπως περὶ τὰς πύλας ἔχοντες τούς τʼ ἔσω παρορμῶντες, ἐπιόντας βλέποντες τοὺς περὶ τὸν Ἄσιον· αὐτοί τε προεκδραμόντες ἀνέμενον πάντες ἔξω τὸν Ἄσιν καὶ γὰρ οὗτος εἷς τρόπος ἑρμηνείας, ἐκ τῶν ὕστερον ἀρξάμενον ἀναδραμεῖν εἰς τὰ πρῶτα καὶ πάλιν συνάψαι ταῦτα τοῖς ὑστέροις. καὶ ἔστι συνήθης ὁ τρόπος τῆς ἑρμηνείας τῷ ποιητῇ. οὕτως γὰρ εὐθὺς κατʼ ἀρχὰς τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶς, ὅσων κακῶν αἰτία γέγονε τοῖς Ελλησιν, ὕστερον ἐπὶ τὰ αἴτια ἀνα- τρέχει ταύτης, καὶ ἐπεξεργάζεται διʼ ὅλης τῆς ποιήσεως τὰ κατʼ [*](18. περιγράφειν Bekkerus] παρα- 25. ἐπαναδραμόντος—πορορμῶντες γράφειν ―αὑτοί Bekkerus] ἐπαναὐραμόντες ἀτὸ τοῦ BekkeIus] ἀπὸ τούτου―παρώρμων—αὑτον)
500
αὐτήν. οὕτω καὶ περὶ τῆς νόσου εἰπὼν “Λητοῦς καὶ Διὸς υἱὸς, ὃ γὰρ βασιλῆῖ χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὦρσε κακὴν, ὀλέκοντο δὲ λαοὶ, οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρείδης” (Il. 1, 9), ἑξῆς ἐπέξεισι πῶς ἐπράχθη τὰ κατὰ τὴν νόσον. καὶ ἐνταῦθα τοίνυν εἰπὼν ὅτι περὶ τὰς πύλας εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑστῶτες ἐπερχόμενον τὸν Ἄσιον, ἐπαναδραμὼν ἐξη- γεῖται τὰ κατὰ μέρος, ὅτι τέως μὲν ἔνδον ἦσαν προτρεπόμενοι τοὺς Ἀχαιοὺς ἀμύνεσθαι περὶ νηῶν, εἶτα ἐπειδὴ ἐθεάσαντο τοὺς περὶ τὸν Ἄσιον ἐπιόντας καὶ πεφευγότας τοὺς Ἕλληνας, αὐτοὶ ἀΐξαντες πυλάων πρόσθεν μαχέσθην. τὰ οὖν κεφαλαιωδῶς ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ συμπέρασμα, τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰς τὴν ἀρχὴν ἀναδραμόντα, οὕτω κάτεισιν ἐπὶ τὸ τέλος.

132. δρύες] μάλιστα γὰρ βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κατακλυσμοῖς. ἢ ἐξ ἑνὸς τὸ πᾶν.