Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

329. οὐδὲ Γλαῦκος ἀπετράπετʼ] ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.

330. πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνεσθαι, προσεκτικωτέρους τοὺς ἀκροατὰς ποιῶν.

332. τοῦ γὰρ δὴ πρὸς πύργον] ὅπου αὐτὸς φυλάττειν ἐτέτακτο. ὡς συνετὸς δὲ προασφαλίζεται.

334. τὸ ἡγεμόνων ἄκρως προσέθηκεν, οἷς διʼ αἰδῶ ἀπαραίτητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος οἵους δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν εἰκός καὶ πλῆθος ἕπεσθαι.

ἑτάροισιν] τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος.

336. οὐκ εἰκῆ τὸ νέον· χθὲς γὰρ ὑπὸ Ἕκτορος ἐτρώθη· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον.

337. ἀλλʼ οὔπως] ἀλλʼ οὐκ ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκου- σθῆναι· ἐντεῦθεν ἀγγέλου ἐδέησεν.

340. ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας ἤρ- χοντο οἱ πολέμιοι.

508

343. Αἴαντα κάλεσσον] φίλος γὰρ αὐτοῦ ὡς Σαλαμίνιος ἦν ὁ. Τελαμώνιος· εἶτα δεδιὼς ἐπάγει “ἀμφοτέρω μὲν μᾶλλον.” ἔστι δὲ ἤθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.

356. μίνυνθά περ] δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.

366. θαυμαστῶς ἐφʼ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ ὡς γενναῖος καὶ πολεμόπειρος.

367. Δαναοὺς ὀτρύνετον] οὐ γὰρ εὔσχημον τὸ τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλλεσθαι.

381. ὑπέρτατος] ὑπερμεγέθης. ἔστι δὲ ὁ στίχος ὅλος δακτυ- λικός.

382. ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη βάλοι, καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύ- νατό τις, τοῦτον ῥηῖδίως τῇ ἑτέρᾳ ἀφίησιν Αἴας. καὶ τὸ οὐδὲ μάλʼ ἡβῶν πρὸς ἐπίτασιν πλείονα ἔγκειται.