Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

671. ὡς ὁπότʼ λείοισι] ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπʼ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησι, τὸ δὲ ἐκ τῶν πρα- κτικῶν ἄρχεσθαι ἡδύ· ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει. Ἡρα- κλῆς ἐκάκωσε τὴν Πύλον, καὶ τοὺς ιαʼ τῶν Νηλέως παίδων ἀνεῖλε. διὸ Πλεῖοι περιφρονήσαντες ἔθλιβον αὐτοὺς, καὶ δὴ Ἀὐγείας ὁ τῶν Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους έηλέως ἐπὶ Ὀλυμπιακὸν ἀγῶνα ἢ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενομένης δὲ μάχης ἀποθνήσκουσι μὲν καὶ ἄλλοι, ἀλλὰ καὶ Ἴτυ- μονεὺς ὑπὸ τοῦ Μέστορος. νικήσαντες δὲ οἱ περὶ Πύλον τὴν λείαν διενείμαντο. ἐπιστρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι· πολιορ- κούντων δὲ αὐτῶν τὸν Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, καὶ ἀριστεύει Νέστωρ.

674. ῥύσια] τὰ ἀντὶ τινῶν ἑλκόμενα, οἱονεὶ ἃ ἀντὶ τῶν ἡρπα- σμένων ἡρπάζομεν.

[*](3. *αὐτοὺς ἡμιτελεῖς] αὐτόν 35. ἡρπάζομεν] *ἁρπάζομεν)
484

675. ἐν πρώτοισιν] ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν, ἢ ἐν πρώ- τοις μαχόμενον.

676. περίτρεσαν] περὶ πᾶσαν ὁδὸν ἔφυγον.

677. ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.

678. πεντήκοντα βοῶν ἀγέλας] αἰδήμων ὁ Πάτροκλος· ἐπειγό- μενος γὰρ ἀνέχεται μακρολογοῦντος τοῦ γέροντος. οἰκονομικῶς δὲ πέπλασται ἡ μακρολογία, ἵνα Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ καὶ θεραπευθῇ.

686. χρέως] δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες καταβάλλουσι, καὶ οἱ ἀδίκως λαμβάνοντες καταβάλλειν ὀφείλουσιν.

*δίῃ] δίη ὠνομάσθη ἀπὸ τοῦ τιμᾶσθαι παρʼ αὐτῇ τὸν Δία, οὗ καὶ πανήγυρις. τριετῆ γὰρ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ ἡγωνιζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες.

688. ∗Ἐπειοί] Ἠλεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως. οὕτως· Ποσει- δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἠπειοὶ, ὥς φησιν Ἀριστο- τέλης ἐν τῷ πέπλῳ.

εἰς τὸ ὄφελλον ὑποστιγμὴν δεῖ γράφειν, εἰς δὲ τὸ ἦμεν τελείαν· εἶτα λέγει τὸ ὁπόθεν κεκακωμένοι. ἐὰν δὲ εἰς τὸ ὄφελλον στίξωμεν, ὁ ἑξῆς στίχος κατʼ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ ὡς ἀντὶ τοῦ οὕτως.

690. φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν Ἡρα- κλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν.

692. δώδεκα γὰρ Νηλῆος ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος καὶ ἐκ λλώριδος τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε, Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, ψήνωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος, Λύσιπ- πος καὶ Νέστωρ· οὗτος δὲ γαμεῖ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς καὶ αὐτὸς γεννᾷ παῖδας ἑπτά.

699. δύο ἦσαν συνωρίδες, ἵνα εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγω- νίζοιτο· ἄμφω δὲ πρὸς μίαν νίκην. οἱ γὰρ ἥρωες οὐδέποτε τετρώρῳ χρῶνται.

[*](27. *καὶ ἐκ Χλώριδος] om. 29. *Πεισήνωρ] πισήνωρ Ἀμφίονος] ἀμφίωνος 32. *εἰ]. ἣν)
485

700. περὶ τρίποδος] οὐκ οἶδε τὰ Ὀλύμπια ὁ ποιητὴς, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους.

703. ἐπέων] δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει.

708. εἰς τὸ ὁμῶς ὀλίγη διαστολή.

711. Θρυόεσσαν λέγει, ἣν καὶ Θρύον εἶπεν, Ἀλφειοῖο πόρον (Il. 2, 592). αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ἀπεργάζονται τοὺς ἀκροατάς. ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν.

715. ἄγγελος ἦλθε] οὖ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς. ἧκε δὲ, ὅτι τότε μὲν πρὸς ἀγροίκους ἦν ἡ μάχη, νῦν δὲ πρὸς ἐμπείρους πολέμου.

717. οὐδέ με Νηλεύς] τεχνικῶς τῷ παραδείγματι διδάσκει Πά- τροκλον, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς μάχην.

719. οὐ γάρ πω] καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.

721. καὶ πεζός περ ἐών] καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν ἔχοντος.

725. τὸ πολύαρχον καινίζει τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀπο- κόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἐξ ἀρχῆς ἀναγκάζουσα.