Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

48. ἵππους εὗ κατὰ κόσμον] ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παρα- βάται ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτοὺς, ἐν ὅσῳ τοὺς ἵππους ἐκεῖνοι ζευγνύουσι καὶ αὐτοὶ ἅμα αὐτοῖς διαβαίνουσι τὴν τάφρον.

51. μεθʼ ἱππήψων] ἔφθασαν οἱ πεζοὶ ἐν τῇ τάφρῳ μετὰ τῶν ἵπ- πων κοσμηθέντες, δηλονότι ἐάσαντες τοὺς πεζοὺς τοῖς ἵπποις καὶ τὰ ἅρματα πρὸς τὸ ἀγαγεῖν αὐτά.

53. ὧρσε κακὸν Κρονίδης] ὁ Ζεὺς αὐτοὺς προτρέπεται, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πάτροκλον.

*Πορφυρίου. ἐζήτηται πῶς ἐνεδέχετο ἔχειν τὰς νεφέλας αἷμα. [*](23. * διοσημίαις ὐημοσίαις 34. ∗ Πορφυρίου] om.)

458
ῥητέον οὖν ὅτι τὸ τοῦ ὕδατος λεπτότατον καὶ κουφότατον ἁρπάσαν τὸ πῦρ τὸ τοῦ ἡλίου μετέωρον ἐξήρανε καὶ κατέμιξε τῷ ἀέρι, καὶ τὸ μὲν θολερὸν αὐτοῦ καὶ βαρὺ ἐκκριθὲν ὁμίχλη γίνεται, τὸ δὲ καθαρώ- τατον καί κουφότατον γλυκαίνεται καταλελειμμένον ἕψοντος τοῦ ἡλίου καὶ καίοντος· εἰ γὰρ καὶ τὰ ἄλλα τοῦ ὕδατος, ἐὰν ᾖ ἁλμυρὰ, τὸ παρʼ ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προσδοκᾶν πυρὸς ὅπερ ἤλιον λέγομεν; τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεσκέδασται μετέωρον φερόμενον, ταν εἰς τὸ αὐτὸ συστραφῇ βαρούμενον, κάτω φέρεται καὶ ὄμβρος γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεσιν ἐλαυνομέ- νοις ὑπʼ ἀνέμου ἐμπέσῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ τούτου διωκόμενα, τὰ μὲν πρῶτα συστρέφεται, τὰ δʼ ὄπισθεν αὐτοῖς ἐπιφε- ρόμενα παχύνεται καὶ μελαίνεται, καὶ καταρραγέντα ὑπὸ τοῦ βάρους ὄμβρον ἐγέννησεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατʼ αὐτοὺς συντε- λουμένου τοῦ φόνου, σαν αἵματος ἀνάπλεοι, εἰκότως τὸ ἀναφερό- μενον ἀπʼ αὐτῶν ὕδωρ γίνεται ὄμβρος αἱματώδης· καὶ τοῦτο μυθῶδες δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.

ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος. ἢ ὅτι Διός ἐστιν ἔργον τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται. μαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Γροίαν ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἤσαν.

58. ὃς Τρωσί] οὐ μάτην ἡ προσθήκη, ἀλλʼ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα οὗτος δεύτερος. διὸ καὶ ζηλοτυπία τις ἦν ἐν αὐτοῖς· φησὶ γὰρ “αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκ’ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οῦ τι τίεσκεν” (Il. 13, 460).

61. ἀσπίδα πάντοσ’ ἐίσην] οἷός τε ἦν ὁ ποιητὴς, διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτορος· ἀλλὰ τῇ παρα- βολῇ τὸ κίνημά γε καὶ λαμπρὸν τῶν ὅπλων ἐσήμανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ, καὶ τὴν φθορὰν προδηλοῖ.

62. οἷος δʼ ἐκ νεφέων] ἐμφερεστάτη ἡ εἰκὼν πρός τε τὴν λαμ- πρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποκρύ- πτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφελος γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπʼ ἄλλα μέρη φαινόμενον.

*ολιος] ὁ ὀλέθρου σημαντικός. λέγει δὲ τὸν κύνα, περὶ οὗ καὶ [*](15. ἅτ’ Bek.] ὐπʼ 11. αὐτοῖς] ἀὐ 13. ἐγέννησεν Villl.] ἐγένησαν 23. *ἐν] om.)

459
ἀλλαχόσε φησὶν ὁ ποιητὴς “καί τε φέρει πουλὺν πυρετὸν δειλοῖσι βροτοῖσιν” (Il. 22, 31). ἴσως δὲ οὐ τὸν κύνα λέγει, ἀλλὰ τῶν κομητῶν ἔνα· καὶ διὰ τοῦτο οὔλιος, ὅτι ὄλεθρον προδηλῶν, ὥστε Ὅμηρὸς πρότερον καὶ κομητῶν γένεσιν παρέδωκεν, ὅτι γίνονται ἐξ ἀπέπτου καὶ νοσώδους ἀέρος, ἀναχθέντος εἰς αἰθέρα καὶ πιληθέντος αὐτόθι καὶ ἀγωγὴν κυκλοτερῆ λαβόντος διὰ τὴν προσβάλλουσαν αὐτῷ ἀπό τε τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων λαμπηδόνα.

67. ὅστʼ ἀμητῆρες] τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων εἰκότως παρείκασεν.

ἐναντίοι ἀλλήλοισιν] τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες. τὸ δὲ ἐλαύνοντες πρὸς τὴν σύντομον ἀναίρεσιν. ἐν πλατεῖ δὲ ληΐῳ εἰκός ἐστι πολλοὺς ἐργάζεσθαι.

69. ταρφέα] τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πιπτόντων δηλοῖ.

72. ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. λύκοι δὲ διὰ τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται.

76. ἐνὶ μεγάροισι καθείατο] οὐδὲ ὁρᾶν δυνάμενοι τὴν μάχην διὰ τὸ ἐλαθῆναι ὑπὸ Διός. θαυμαστῶς οὖν τέως ἰσορροποῦσιν Ἕλληνες, καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.

84. ἱερὸν ἤμαρ] ἱερὸν καλεῖται τὸ ἕως μεσημβρίας, ἡνίκα αἱ θυσίαι γίνονται καὶ τὰ πρακτικὰ πάντα.

86. ἤμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατει- θισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἕλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχυροῦσι τῷ πάντας διαλύειν ἐκ τῶν ἔργων πεφυ- κότι.

δεῖπνον τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν ὄρθρον αὔξην λαμβανούσης τῆς ἡμέρας ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται.

87. ἐπεί τʼ ἐκορέσσατο χεῖρας] διδάσκει μετὰ τοὺς πόνους ἐμφο- ρεῖσθαι σιτίων πρὸς τό εὐόρεκτον.

90. σφῇ ἀρετῇ] λέγει ὅτι κεκοπωμένοι ἤσαν τοῖς σώμασιν, ἀντι- τάσσονται δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς.