Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνε- λάσας, καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους, οὐκ εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνο- νος ἀριστείαν διέγραψε, καὶ μετʼ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπειδὴ δὲ μεμονωμένους τοὺς Ἕλληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ὡς συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου τῆς τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν ἐπὶ τοὺς κινδύνους φέρε- σθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ φιλοκινδυ- νότερον ἀγωνίζεσθαι· ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτὸν, ὄντων Ἕλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματα· καὶ Διομήδης γὰρ ὑπʼ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδοκιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα ὑπισχνού- μενος διώκεται.

*ιθωνὸς Λαομέδοντός ἐστι παῖς, ἀδελφὸς Πριάμου, Ἠμέρας σύνευνος.

τὸ δὲ Ἠὼς δʼ ἐκ λεχέων νομιστέον, ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γίνεται. Τιθωνοῖο δὲ, οἱονεὶ Τιτανοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων δὲ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.

[*](1. ἔσαν] *ἔσην 12. *τὴν τῶν] τὴν om. 30. *Τιτανοῖο] τιιτωνοῖο)
456

Ἱερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· τὴν δὲ ἀδυνατοῦσαν εἰς τέττιγα αὐτὸν μεταβαλεῖν, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς ἀκούουσα. ἀγαυοῦ δὲ ἤτοι ἀγαστοῦ ἐπὶ τῷ κάλλει. τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ διαλλάττει τῆς ῥητορικῆς, ἦς ἡ μὲν τὸ πεζὸν οἰδεν, ἡ δὲ φεύγει αὐτό.

2. ἀθανάτοισι] ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκουστέον (ἀεὶ γὰρ ἐν φωτί εἰσιν), ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περί γῆν θειότερα ζύα καὶ ἀέρια. ἢ ἐπεὶ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεοὺς, ὄρος δὲ ὁ Ὀλυμπος, ἁρμοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι.

3. Ζεὺς δʼ Ἕριδα] ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἕλληνικόν φησιν· οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον εἰς μάχην. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν ἦν τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος.

4. *πολέμοιο τέρας] οἱ μὲν τὸν πόλεμον, οἱ δὲ ἀστραπὴν, οἱ δὲ δόρυ, οί δὲ Ἷριν.

13. τοῖσι δʼ ἄφαρ] δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμὴν ἐγειρομένηνʼ κακωθεῖσι γὰρ οὐδὲν ἕτερον ἦν πρὸ ὀφθαλμῶν ἢ τὸ φεύγειν.

16. ἐν δʼ αὐτὸς] οὐ γὰρ ἐπιτάσσων, ἀλλὰ ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους.

20. Κινύρης] οὗτος Βίαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου. ζάπλουτος δὲ ὡν παριόντας Ἕλληνας ἐξένισε, καὶ ὑπέσχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα τῶν ὑποσχέσεων καταραθῆναι ὑπὸ Ἀγαμέμνονος, καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπείπερ ἡμιλλᾶτο αὐτῷ εἰς μουσικὴν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν. ἀφε- στήκασι μὲν οὖν Κύπριοι Ἕλλήνων, καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐδὲ συστρατεύουσιν. οἰκειοῦνται δὲ δώροις τὴν Ἑλ- λήνων φιλίαν· οὐ γὰρ ὑπὲρ τοῦ μὴ στρατεῦσαι τὰ δῶρα διδόασιν, ἀλλὰ χαριζόμενοι, φησὶ, βασιλῆϊ· ἠκούετο γὰρ, φησὶν, εἰς Κύπρον τὸ μέγα κλέος.

24. οἴμοι μὲν αἱ ὁδοὶ, νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι· ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμεινον. παραλλλήλους δὲ λάβωριεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον

457
καὶ βασιλικὸν τὸ φόρημα. ὑποστατέον δὲ προκεῖσθαι μἐν κυανέαν ῥάβδον, εἶτα κασσιτερίνην, μετʼ αὐτὴν δὲ τὴν χρυσῆν ἐν διαστάσει, καὶ πάλιν κασσιτερίνην, εἶτα πάλιν κυανέαν ἀκολούθως· τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον.

26. ὀρωρέχατο ποτὶ δειρήν] ὥστε σκέπειν τὰ ἀσκέπαστα. φησὶ γὰρ “ὅθι κληἴδες καὶ στῆθος φαίνετο, βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆςʼ (Il. 22, 324). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἴς, μέσον δὲ εἷς, εἷς εἰς τὸν πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν αὐτοὺς διὰ τοῦ ὀρααρέχατο. τὸ δὲ ἑκάτερθεν πῶς συντακτέον; δῆλον ὅτι ἓξ ἤσαν οἱ δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι, καὶ τὰς τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνα- τείνοντες δὲ τὰς δύο.

27. Ἴρισσιν ἐοικότες] τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ Σενοφάνης “ἦν τʼ Ἴριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.” ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις.

28. τέρας μερόπων ἀνθρώπων] καὶ ἐπὶ τῶν διαττόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσιν, ἀλλʼ ὑπὸ θείαν αἰτίαν.

36. Γοργὼ] γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων. τὸν γὰρ περὶ Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν.

40. ἀμφιστεφέες] ἀλλήλαις περιπεπλεγμέναι, διὰ τὸ ἑνὸς αὐ- χένος εἶναι. ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι.

45. ἐπὶ δʼ ἐγδούπησαν] οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς διο- σημίαις προφαντάζει τὸν ἀκροατήν.