Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν, καὶ μὴ ἀπλήστως χρῆσθαι αὐταῖς. τοῦτον δʼ εἶχε τὸν νοῦν Ὀδυσσεύς· διὸ ῥοιζήσας καλεῖ Διομήδην.

510. οὐ μόνον διὰ τοῦ πεφοβημένος, ἀλλὰ καὶ διὰ τοῦ θεός ἐκδειματοῖ. τὸ δὲ ἄλλος ἐσήμανεν ὅτι καὶ αὐτὴ θεός ἐστιν.

513. κέλησι μὲν οὐδʼ ἐν τοῖς ἀγῶσιν εἰσάγει χρωμένους· νῦν δὲ διὰ τὴν χρείαν.

515. πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα· πεκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν· ἀλλʼ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ. δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ ταχέως. εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός.

519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι τὸ δεινόν. οὐ μὴν δὲ θρήνους περιτίθησι, καίτοι εὐπορῶν, ἀλλʼ ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως τηρεῖ αὐτοὺς ἐπὶ Ἕκτορι τεθνεῶτι.

522. ὀνόμηνεν] ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκπλητ- τομένοις.

523. Τρώων δὲ κλαγγή] ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς.

524. θηεῦντο δὲ] τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δραθέντων· ἀγνοοῦντες γὰρ ὅθεν ἡ ἐρημία ἐθαύμαζον.

453

532. Νέστωρ δὲ πρῶτος] εἰκότως· τῶν φρονιμωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν ὡς ἄν τῆς ἐκπομπῆς τῶν κατασκόπων τὴν αἰτίαν ἐπιφερόμενος· ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μή τινα καταφρονεῖν γήρως, συνέσεις γὰρ ἔχει πλείονας καὶ ἀρείονας.

*πρῶτος τοῦ ψόφου τῶν ποδῶν ἥσθετο ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰση- γητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν γνώμην δοὺς εἰς τὸ ἐκπεμ- φθῆναι τοὺς ἄνδρας οὐ μόνον ἠγωνία περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς.

534. ψεύσομαι ἢ ἔτυμον ἐρέω] ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπιτυ- χῶν μὲν δοξασθῇ, ἀποτυχῶν δὲ μὴ ἐλεγχθῇ.

536, 537. αἰ γὰρ] διʼ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ ἀπιστοῦντός ἐστιν εἰ ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν.

538. ἀνθρωπίνως οὐκ ὥκνησε καὶ τῶν ἀπευκταίων τι λαβεῖν· μεγαλοφυῶς δὲ προαναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ TΤρώων ὀρυ- μαγδοῦ.

544. πολύαινʼ Ὀδυσεῦ] Διομήδην ἐάσας τὸν προηγουμένως ἀποσταλέντα, παρʼ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.

546. πόρεν θεὸς] εὐφραντικὰ ταῦτα τοῦ ἀκροατοῦ. λέγει δὲ ἤ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς σκοπὴν ἀπελθόντας τοιαῦτα λαβεῖν λάφυρα.