Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

431. ψρύγες] οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας· φαίνεται δὲ ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν.

[*](9. ὁ σἡμιος Scor.] ό Εὐφἡμιος B. 10. ἑρκείου Scor.] ἕρκειον)
449

433. εἰ γὰρ δὴ μέματον] οἱ μἐν περὶ Ὀδυσσέα οὐ τρανῶς ἐξέφηναν τὴν βούλησιν· ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει. καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν.

434. οἵδ’] οἱονεὶ χειρὶ δείκνυσιν καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν. ἀπάνευθε δὲ διὰ τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις. τὸ δὲ νεήλυδες πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν ἀπὸ τοῦ κόπου. ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι.

435. Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ Θράκης καὶ Εὐτέρπης τῆς Μούσης υἱός. ἱστορεῖ δὲ Πίνδαρος (Fr. 181) ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἀνεδείξατο κακά. κατὰ δὲ θείαν πρόνοιαν νυκτὸς αὐτὸν Διομήδης ἀναιρεῖ.

436. καλλίστους ἵππους] ὡς φίλιππος κἀκείνους ἐσκόπησε· κινδυνεύει γὰρ διὰ ἵππους· ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς. τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ τῶν ἐν τῷ ἰδίῳ στρατοπέδῳ καλλίστων προδότης ἐγένετο.

437. δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μἐν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκοτέρους χιόνος, καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστι- κῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον, καὶ λείπει τὸ εἰσίν. οἱ δὲ πτώσεως μετάθεσιν τὸ τοιοῦτον ὠνόμασαν.

καὶ εἴ γε νεήλυδες ἤσαν πῶς ἐγίνωσκε τὸ τάχος: ἢ ὡς ἀκούσας, ἢ ὡς ἀποσεμνύνων πρὸς τὸ μὴ ἀναιρεθῆναι.

438. χρυσῷ] τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ, ὅτι περὶ χρυσὸν ἐπτόηται.

442. ἀλλʼ ἐμὲ μὲν] πέπεισται ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται· εἰ γὰρ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἤσαν οἱ περὶ Διομήδην πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες. δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων.

447. καὶ πῶς ἥδεισαν αὐτοῦ τὸ ὄνομα; εἰκὸς ἦν ὡς κήρυκος υἱὸν- πολλάκις συμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτησαν κρατήσαντες.

* Πορφυρίου. ἀδύνατον τὸν οὕτω δῆλον μὴ γινώσκεσθαι ὑπὸ τῶν [*](4. *τόπον] τρόπον ξατο Eunt. p. 817, 24. 10. ἀνεδείξατο] *ἀπεδείξιτο. ἐνεδεί- 34. ∗ Πορφυρίοιν] om. )

450
ἀριστέων. λύεται δὲ ἐκ τοῦ ἔθους. καὶ γὰρ πλούσιον αὐτὸν ὄντα εἰκὸς εἶναι διάδηλον· καὶ οὐκ ἂν ἦν ἐν τῷ συνεδρίῳ τοῦ Ἕκτορος μὴ τῶν ἐπιφανῶν ὡν· καὶ ἔστιν υἱὸς κήρυκος, τοῖς δὲ τοιούτοις εἰς τὰς ἀποστολὰς χρῆσθαι εἰώθασιν.

Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις οὐ φονεύει, ἀλλʼ ἄλλος.

450. ἧ τε καὶ ὕστερον] ἐπεὶ οὐχ Ἑλληνικὸν τὸ τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἄμα δὲ καὶ ἄτοπον ἦν αὐτὸν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς. ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέ- δωκεν.

454. ὁ μέν μιν ἔμελλε] ἀνόητος ὁ μετὰ τοιαύτην ἀπόκρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν.

477. φθεγγομένου] ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι, πρίν σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος, καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς εἰ καὶ σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.

460. καὶ τά γʼ Ἀθηναίῃ] διδάσκει τῶν κατορθουμένων αἴτιον τὸ θεῖον οἴεσθαι. καὶ τὸ ἐπίθετον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον. οἰκείως δὲ φονεύει μὲν Διομήδης, ἀνατίθησι δʼ Ὀδυσ- σεύς.

461. πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν, ἐκ τοῦ ἱκετεύειν μέλ- λοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ εἰς ὕψος ἀνέχοντος.