Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. διαστήτην] διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ ἔριδι ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθʼ ὅπλων.

7. Ἀτρείδης] ἀντὶ τοῦ Ἀγαμέμνων, ὡς ἀγελείη καὶ Τριτογένεια ἡ Ἀθηνᾶ· ἐπεὶ γὰρ τὸ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδια- στέλλων προσέθηκεν ἄναξ ἀνδρῶν.

δῖος] δῖος ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖός φησιν ἡ κατὰ συλλογισμὸν διήγησις; Ἀχιλλεὺς μὲν γὰρ πάν- των χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνή- στρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα δὲ καὶ Χάρυβδις μεγέθους. τὸν δʼ Ἀχιλλέα καὶ διογενῆ, δίχα τοῦ κυρίου. “αὐτὰρ ὁ διογενής.”

8. τίς τʼ ἄῤ] ἐπὶ τὸ διηγηματικὸν μετιῶν ὑποβάλλει τὰς διηγή- σεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὸν τῶν ἀκροωμένων νοῦν ἀναρτῶν, καὶ [*](2. μὴ] *οὐκ 6. τεθνεῶτας] πεσόντας 18. *τῷ] τὸ)

5
ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς, καὶ ἐξ ἀνα- στροφῆς κατὰ μέρος διηγούμενος. οἱ μέντοι περὶ τὸν Σιδώνιον τῇ σφῶϊ ἀρέσκονται, οὐ καλῶς. ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου, καὶ σημαίνει τὸ αὐτούς.

9. βασιλῆϊ] διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησίν; δεί- κνυσι . . . . . . . . οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ- μελήσαντας.

10. ὦρσε] ψιλωτέον τὸ ὦρσεν· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολι- κῶς γίνεται.

λαοί] καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος, ὅμως πρὸς πλείω ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.