Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα] ὑπερβατὸν, ἵνʼ ᾖ τὸν ἀρη- τῆρα Χρύσην. τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώ- σεων . . . . . . . τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατὸν, ὡς τὸ “ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάϊνος” (Od. 9, 378). κατὰ συλλογισμὸν δὲ ἡ διήγησις. εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;

13. *θύγατρα] ἐκ τοῦ θυγατέρα κατὰ συγκοπὴν, ἀναδοθέντος καὶ τοῦ τόνου. αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, ὡς τὸ ἁρμόσαντες ἄρσαντες, ὁμόπατρος ὄπατρος. γέγονε δὲ θυγάτηρ παρὰ τὸ θύω καὶ τὸ γαστήρ· λέγεται γὰρ τὰ θήλεα τάχιον ἐν τῇ γαστρὶ κινεῖσθαι.

φέρων τʼ ἀπερείσιʼ ἄποινα] πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει τῆς παιδὸς, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ. καὶ τὸ μὲν στέμμα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς [*](6. *οὐδέτερον] οὐθέτερον 17. εἰ μὴ—ἄρθρον] Sic B. In 8. διὰ τί] *καλῶς cod. Lips. est εἰ μὴ τὰ ῥήματα δια- δείκνυσι—οὐδὲν] δείκνυ . . . . . φόρων γνώσεων κατ . . . . ἀδιάφο- οὐδὲν. Ante οὐδὲν excidit ὅτι ρον τὸ ἄρθρον. In cod. Angelico 15. *τὸν λρύσην—τὸν ἀρητῆρα apud Matrangam vol. 2 p. 382, 4. Χρύσην] κ΄ (numerus scholii) τὸν εἰ μὴ ἐπαγόμενα ῥήματα πρωτότυπα Χρύσην . . . . . . . . ρα Χρύσην. κατηγοροίη (huius vocabuli frag- 16. *ἐπιθετικώτερον] ἐτιθετικώ- mentum sunt litterae κατ in cod. Lips.)· τότε γὰρ ἀδιαφορεῖ τὸ ἄρθρον. τερα)

6
δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) διʼ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.

ἵνα, εἰ μὲν θεοσεβὴς, τὸ στέμμα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μὴ, τὸ γῆρας οἰκτειρήσῃ. πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται.

*τὸ ἀπερείσιʼ ἄποινα οὐ τὸ ἄπειρα τῷ πλήθει σημαίνει, ἀλλὰ πρὸς ἃ ἀπερειδόμενοι καὶ ἀντιλαμβάνοντες λύτρα τῶν εἰλημμένων ἀπελύοντο τοὺς αἰχμαλώτους. ἐκόμισεν οὖν οὐκ ἄλλο τι ἢ στέμμα καὶ σκῆπτρον τοῦ θεοῦ ἐπὶ τὸν ναύσταθμον. λέγει οὖν “τὰ, δʼ ἄποινα δέχεσθαι” ἐκεῖνα βαστάζων, “ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” ἀκο- λούθως οὖν ὁ Ἀγαμέμνων ἀποκρίνεται “μή νύ τοι οὐ χραίσμῃ σκῆ- πτρον καὶ στέμμα θεοῖο,” ὡς οὐχὶ καὶ ἄλλων τινῶν λύτρων ἅμα τῷ σκήπτρῳ καὶ τῷ στέμματι ἐνηνεγμένων ὑπὸ τοῦ πρεσβύτου, ἀλλʼ αὐτῶν ἐκείνων μόνων· διὸ καὶ τὴν ἀπολογίαν κατὰ τὴν ὁδὸν ἔσχεν, ὥσπερ οἱ σπονδοφόροι οἱ τὰς πανηγύρεις καταγγέλλοντες ἐκ τοῦ στροφίου τῇ κεφαλῇ περιτίθεσθαι, καὶ οἱ κήρυκες τὰ κηρύκια. δι- στάζεται οὖν πότερον στέμματα ἔχων ἢ ἑνικῶς στέμμα . . . . . ἐπεὶ καὶ ὁ Ἀγαμέμνων ἀποκρίνεται “καὶ στέμμα θεοῖο.”

*τὸ ἄπειρον σημαίνει καὶ τὸ ὑπερβαλλόντως καλὸν καὶ περικαλλὲς, ὡς ὁ Πορφύριος.

14. ἑκηβόλου] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20, 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπι- τυγχάνειν.

15. Ἀτρείδα δὲ μάλιστα] εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονος” (Il. 7, 383).

16. Ἀτρεῖδαί τε] εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσι μὲν πρώτοις ἐπετέλλετο” (Il. 4, 301).