Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

229. Περκώτῃ πόλις 236. οὐδʼ ἔτορε οὐδὲ διέκοψε

237. ἀντομένη ὑπαντήσασα ἐτράπετʼ εἰς τοὐπίσω ἀνετράπη

242. οἰκτρός οἴκτου καὶ ἐλέου ἄξιος (ἄξιον A) ἀστοῖσιν τοῖς ἰδίοις πολίταις 243. ἧς παῤ ἧς χάριν ἀπόλαυσιν

245. ἄσπετα ἀπαρακολούθητα, πολλά

248. ἀριδείκετος πάνυ ἔνδοξος

251. εὐράξ ἐκ πλαγίου 253. διέσχε διεξῆλθε

257. ὄπατρον ὁμόπατρον, συγκοπή

258. καὶ ἀΰτει καὶ ἐκάλει

261. τοῖο δʼ τοιούτου δέ 266. ἀνήνοθεν ἀνεφέρετο

267. ἐτέρσετο ἐξηραίνετο 268. ὀξεῖαι δριμεῖαι, σφοδραί

270. προϊεῖσι προπέμπουσι μογοστόκοι αἱ τοὺς μόγους ἐπικουφίζουσαι (ἐπικουφίζων A)

Εἰλείθυιαι θεαὶ τῶν τικτουσῶν ἔφοροι

272. δῦνον ὑπεισῆλθον 274. ἤχθετο ἐλυπεῖτο, ἐβαρεῖτο

275. διαπρύσιον διαπορεύσιμον γεγωνώς παρακελευόμενος

280. ἵμασεν ἐμάστιξεν 281. νῆας ἐπὶ γλαφυράς ἐπὶ τὰς κοίλας

282. ἄφρεον ἵδρουν ῥαίνοντο ἐκονιορτοῦντο

288. ὤριστος ἄριστος, ἰσχυρός 293. ἀγροτέρῳ συΐ ἀγρίῳ χοίρῳ

327

297. ὑπεραέϊ ὑπερβάλλοντι τῇ πνοῇ

298. καθαλλομένη καταπνέουσα (sic ed. Romana: κἆ πνευ A)

ἰοειδέα μέλανα διὰ τὸ βάθος

306. ἀργεστᾶο νότοιο τοῦ λευκονότου

307. τρόφι κῦμα εὐτραφὲς, εὐπαγές ἄχνη ὁ ἀφρός