Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

308. πολυπλάγκτοιο ἰωῆς πολυπλανήτου πνοῆς

313. λελάσμεθα ἐπιλελήσμεθα 317. μίνυνθα ἐπʼ ὀλίγον χρόνον

318. ἦδος ὠφέλεια 324. κυδοίμεον ἐθορύβουν, ἐτάρασσον

326. παλινορμένω ἐκ τῆς φυγῆς ἐπιστραφέντες

327. ἀσπασίως ἀσμένως 331. στείχειν παραγίνεσθαι

332. κῆρες γὰρ ἄγον ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς

334. κεκαδών στερήσας, χωρίσας (χορήσας A)

350. τιτυσκόμενος στοχαζόμενος

351. πλάγχθη ἀπεκρούσθη τὸ δόρυ 354. ἀπέλεθρον ἀμέτρητον 355. παχείῃ ἰσχυρῷ

358. τῆλε πόρρωθεν καταείσατο γαίης κατεφάνη, ἢ κατηνέχθη

359. ἄμπνυτο ἀνεσωφρονίσθη 362. κύον ἀναιδέστατε

364. δοῦπον τὴν μάχην

365. ᾖ θήν σ᾿ πάνυ δή σε ἐξανύω γε ἐπὶ τέλος ἄξω, φονεύσω

367. ἐπιείσομαι ἐπελεύσομαι 370. τιταίνετο ἔτεινεν

374. αἴνυτ᾿ ἀφῃρεῖτο 375. βριαρήν ἰσχυράν

377. ταρσόν τὸ πλατὺ τοῦ ποδός διὰ δʼ ἀμπερές διʼ ὅλου

383. πεφρίκασι φοβοῦνται μηκάδες μηκητικαί

385. τοξότα λωβητήρ διὰ τόξων λωβώμενε καὶ βλάπτων, ἐξ οὖ (sic ed. Rom., οὖ A) δειλέ

παρθενοπῖπα παρθένους ἐπιτηρῶν, γυναιμανὲς, ἢ γυναικιζόμενε

388. ἐπιγράψας ἐπιξέσας ἁπλῶς

391. ἄλλως εἰκῆ καὶ ὡς ἔτυχε ἐπαύρῃ ἐφάψηται