Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

92. χρύσεος ἀμφιφορεύς Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας, ἔλαβε παρʼ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου καὶ καταφυγῶν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ αὐτοῦ ἀποτεθῇ τὰ ὀστᾶ. ἱστορεῖ Στησίχορος.

94. ἠθείη κεφαλή προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον οὖν ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. Χαμαιλέων γράφει ὦ θείη κεφαλή. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ ὦ θείη· διὸ ἡ διπλῆ.

96. *ὡς σὺ κελεύεις ἐν ἄλλῳ ὡς με κελεύεις.

97. ἑκατέρωσε δύναται προσδίδοσθαι τὸ ἀλλήλους. καὶ ἐνταῦθα δὲ, ὡς εἴρηται, λείπει ὁ ἵνα· ὁ γὰρ λόγος, ἀλλά μοι πλησίον στῆθι ἐπʼ ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα.

98. *ὀλοοῖο ἐν ἄλλῳ κρυεροῖο.

104.ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται οὖν ἐκ τῆς Ὀδυσσείας ὁ στίχος· ἐκεῖ γὰρ τὰς ψυχὰς εἴδωλα σκιώδη, φρονήσεως ἀμέτοχα, ὑπέθετο. ἢ φρένας λέγει οὐ τὸ διανοητικὸν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ [*](4. ἐρύσας (* ὀρίσσας)] ἐρίσσας εὐλόγως μετὰ τὸν Ἀχιλλέως θάνατον Bekkerus. ὑπὸ τῆς Θέτιδος φησὶν αὐτὸν ἐπενη-) [*](5. εἰσιν—κυδοιμοί] εἰσι—κυδοίμοιο νέχθαι.) [*](7. ἔτρεφέ τ᾿] ἐν ἄλλῳ ἔτρεφέ τʼ 15. * ἀμφορέα] ἀμφιφορέα Bekkerus. 18.*στορεῖ Στησίχορος] om.) [*](11. Lacunam indicavit Cobetus, 30. σώματος Bekkerus] σωμάτων fortasse sic explendam, ἀλλʼ ἐκεῖ)

252
“ἔν τε φρένες ἧπαρ ἔχουσι” (Od. 9, 301) καὶ πάλιν “ἔνθ᾿ ἄρα τε φρένες ἔρχαται” (Il. 16, 481). ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀριστοφάνης ὁ γραμματικός. ἡ διπλῆ δὲ, ὅτι τὰς τῶν ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται.

106. *ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ῑ.

111. ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς τὸ “οὐρῆας μὲν πρῶτον ἐπῴχετο” (Il. 1, 50). κατὰ δὲ πολλὰ τῶν ἀντιγράφων οὐρῆας ὤτρυνεν, ἔξω τοῦ τέ.

117. * πολυπίδακος οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πολυπιδάκου.

119, 120. κτυπέουσαι πῖπτον ὅτι τὸ ἐναντίον ἔφη· πίπτουσαι γὰρ κτύπον παρεῖχον.

120. διαπλήσσοντες οὕτως διαπλήσσοντες διὰ τοῦ η αἱ Ἀριστάρχου, ἀντὶ τοῦ διακόπτοντες. ἄλλοι δὲ διαπλίσσοντες διὰ τοῦ ῑ. παρασημειώσαιτο δʼ ἄν τις τοῦτο πρὸς τὸ ἐν τῆ Ὀδυσσείᾳ (10, 440) “τῷ οἱ ἀποπλήξας κεφαλήν” ἀντὶ τοῦ ἀποκόψας.

121. ποσσὶ δατεῦντο ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων.

122. ἐελδόμενοι πεδίοιο --- τὸ γὰρ ἑξῆς ἐστὶ, ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο, διὰ ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ ῥωπήϊα λέγει, ἀλλʼ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν.

123. πάντες δʼ ὑλοτόμοι νόμος στρατιωτικὸς μὴ κούφους ἐν ταῖς τοιαύταις χρείαις διατελεῖν.

ὣς γὰρ ἀνώγει Μηριόνης Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος· ὅθεν Μηριόνης.

125. ἐπισχερώ ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν ἔχειν.

132. *παραιβάται ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλίτας.

133. * ὅτι νέφος πεζῶν μυρίοι.

[*](13. In marg. inter. οὕτως ἀρί- Friedl. quoque coniecit. σταρχος, ἄλλοι δὲ διαπλίσσοντες διὰ 23. ῥωπῶν] ῥοπῶν)[*](25. *τοιαύταις] om.)[*](20. Lacunam indicavit Cobetus, 28. *ἄλλο ἐπʼ] om. fortasse verbis explendam βραχὺ 30. τοὺς ὁπλίτας delet Friedl. et διασταλτέον ἐπὶ τὸ πεδίοιο, quod addit διὸ ἡ διπλῆ.)
253

135. καταεἵνυον κατεκάλυπτον, ἐσκέπαζον, τουτέστι πολλὰς τρίχας κατέβαλλον ὥστε καλύπτειν τὸν νεκρόν. τοῦτο δὲ πρὸς τιμῆς ἐγίνετο τῷ θνήσκοντι, ὡς καὶ ἀλλαχοῦ φησὶ “τὸ γὰρ γέρας ἐστὶ θανόντων (Il. 16, 457 et 675) κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν” (Od. 4, 198). δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. ἔν τισι δὲ καταείλυον, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ καταείνυσαν. ἡ διπλῆ δὲ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ “πᾶσαι δʼ ὠΐγνυντο πύλαι” (Il. 2, 809. 8, 58).

137. οὕτως Ἄϊδόσδε, οὐκ Ἄϊδος δῶ, ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθ΄ τῆς καθόλου.

*οὅτως Ἡρωδιανός. ἄλλοι δὲ Ἄϊδος δῶ.

138. * ἵκοντο γρ. ἵκανον.