Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

139. μενοεικέα ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπέδοσαν. ἔστι δὲ τὸ τῷ μένει ἐοικὸς, οἷον τὸ ἀρεστὸν, ἐξ οὗ τὴν ἱκανὴν βούλεται σημᾶναι.

141. χαίτην καὶ ὁ Πάρις εἶχε χαίτην, ἀλλʼ ἐπὶ γυναιμανίᾳ καὶ ἀπάτῃ ἔτρεφεν.

142. ἔθος ἦν τοῖς ἀρχαίοις μετὰ τὸ παρακμάζειν τῆς νεότητος τὰς κόμας ἀποκείρειν τοῖς ποταμοῖς· τούτους γὰρ ἐνόμιζον τῶν ἀνατρο- φῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τοὺς ποταμοὺς ἀπὸ τῶν ποταμῶν ὕδωρ ἐκόμιζον, τέκνων τε γενέσεως καὶ παιδοτρο- φίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέρωσεν· ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ τοῖς Ἀργολικοῖς συγγραφεῦσιν.

144. ἄλλως ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης ἐν Μηδείᾳ (1030) “ἄλλως ἄρʼ ὑμᾶς, ὦ τέκν᾿, ἐξεθρεψάμην, ἄλλως δʼ ἐμόχθουν καὶ κατ- εξάνθην πόνοις.” καὶ παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι (11) “τί κινυρόμεθα ἄλλως;” καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ Θουκυδίδῃ συνεχῶς ἔστιν αὐτὸ εὑρεῖνκείμενον.

147. *παρʼ αὐτόθι ἐν ἄλλῳ παραυτίκα.

155. εἰ μὴ Ἀχιλλεύς ὅτι ἔξωθεν τῆν πρός ληπτέον. ἔστι γὰρ πρὸς Ἀγαμέμνονα.

[*](3. τὸ γὰρ] τὸ om. κινυρώμεθ᾿)[*](24. Φαρσάλου] φρασάλου 30. τῷ Bekkerus] τὸ)[*](28. *κινυρόμεθ᾿ cod. Ven. 458.])
254

156. σοὶ γάρ τε σοὶ μέν τε μάλʼ in marg. ext. punctis notatum.

160. κηδεόςτινὲς ἐβάρυναν, ὥστε εἶναι γενικήν· ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν, ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός. καὶ παρὰ τό σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται, κατʼ ὀξεῖαν τάσιν· “ὁ δʼ ἐκ λοχεοῖο πάϊς” (Hesiod. Th. 178). ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικήν (“ἐκ λόχου ἀμπήδησε” Il. 11, 379) λόχοιο γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, ῥήματος ὄντος τοῦ κηδεύω τὸ παρʼ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται.

παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων τὸ ἑξῆς ἐστὶ παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος δʼ ἡγεῖτο πλεονάζειν τὸν τέ σύνδεσμον, καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου. διὸ καὶ ἐγὼ συγκατατίθεμαι. τὸ δὲ μενόντων ἀντὶ τοῦ μενέτωσαν.

*μενόντων ὅτι ἀντὶ τοῦ μενέτωσαν.

163. * κηδεμόνες οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φροντίζοντες.

164. ἑκατόμπεδον ἑκατὸν ποδῶν ἔχουσαν πλευρὰν, ὡς καὶ τετράπους λίθος, ὥστε ἑκάστην πλευρὰν ρ΄ ποδῶν μέτρον ἔχειν.

167. πρόσθε πυρῆς ἔδερον διὰ τὸ τὴν πιμελὴν ἐξυπαφθῆναι τοῦτο ποιοῦντος τοῦ Ἀχιλλέως.

169. περὶ δὲ δρατὰ σώματα νήει τὰ πολλὰ τῶν ὑπομνημάτων διὰ τοῦ ε δρετά· καὶ τάχα ἀπὸ τοῦ δέρειν. ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν, ὅτι ἀντὶ τοῦ δαρτά.

171. πίσυρας κατὰ πλευρὰν ἕνα. οἰκεῖος δὲ τῷ νεκρῷ ὁ ἴσος ἀριθμός· διὰ τοῦτο τῷ Ποσειδῶνι πέντε θύουσιν.

177. σιδήρεον ἄμφω γὰρ τμητικὰ, πῦρ καὶ σίδηρος. τὸ δὲ [*](1. σοὶ μὲν] ἐν ἄλλῳ σοὶ μὲν Bek- 30. τῷ νεκρῷ] Bekkerus τῶν νεκρῶν kerus. 31. πέντε] *θ) [*](12. λοχέοιο] λοχεοῖο)

255
νέμοιτο ἐμφατικῶς ἀντὶ τοῦ φάγοι· φησὶ γοῦν “τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει” (182).

180. * τελέω τὰ πάροιθεν ὑπέστην ἐν ἄλλῳ τετελεσμένα ὥσπερ ὑπέστην.

181. συναπτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ τούς κεῖται ἀντὶ τοῦ τούτους, ἵνʼ ᾖ ὁ λόγος, δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς, --- ἔσται τὸ τούς ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς.

183. * ἀλλὰ κύνεσσιν ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν.

186. ὅτι μύρου τὴν μὲν ὀνομασίαν ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν· τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν ἔλαιον ῥοδόεν.

191. *σκήλειʼ σκληροποιήσειεν.

197. ἐλθέμεν γρ. ἐλθεῖν.