Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

866. *τῇ δέδετʼ ὄρνις ἑκατέρωσε δύνανται προσδίδοσθαι.

870. ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον.

870, 871. ἐν τῇ Μασσαλιωτικῇ “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀιστὸν τόξῳ· ἐν γὰρ πᾶσιν ἔχε πάλαι, ὡς ἴθυνεν.” ἐν δὲ τῇ κατὰ Ἀντίμαχον οὕτως· “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο τόξον χερσί.” ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ “ἀτὰρ ὀϊστὸν ἔχεν πάλαι” ἐπὶ τοῦ Τεύκρου ἀκουστέον.

872. *ἠπείλησεν ὅτι πάλιν ἀντὶ τοῦ ηὔξατο.

879. οὕτως Ἀρίσταρχος διὰ τῶν β΄ σσ· ἡ δε Μασσαλιωτικὴ λιάσθη.

880. *ὠκύς ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἐστιν εὐθέως.

882. *ὅτι παρέλκει τὸ πάντας.

885. ἀνθεμόεντα ἀναθεματιαῖον. ἢ ποικίλον. ἢ τετορευμένον.

886. ὅτι ἥμονες οἱ ἀκοντισταὶ, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν ῥήμονες, οἰόμενοι τοὺς ῥήτορας· οὐκ ἔστι δὲ λογιστικὸς ὁ ἀγών. τὸ. δὲ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891).

891. ἥμασιν ὅτι ὁμοίως ἀκοντίσμασι· καὶ δασυντέον πάλιν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς [*](22. διὰ τῶν β΄ σσ] Id est λίασσεν. 26. Scholion in marg. ext. a m.) [*](23. λιάσθη] λιάσθην. In marg. recenti scriptum. inter. ἀρίσταρχος λίασεν. 28. λογιστικὸς Bekkerus] λογικός )

274
Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

1. λῦτο δʼ ἀγών εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μῑ, ὥσπερ ἤδη ἐπίσταται λέγων “νῦν δὲ λύμην τρὶς τόσσα πορών” (Il. 21, 80) καὶ “τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα,” ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.” ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο.

6. “Πατρόκλου ποθέων” ἕως τοῦ “τῶν μιμνησκόμενος” (9) ἀθετοῦνται στίχοι δʼ, ὅτι εὐτελεῖς εἰσὶν, ἀρθέντων δὲ αὐτῶν καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· “ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα, ἄλλοτʼ ἐπὶ πλευράς.” καὶ τοῖς αὐτοῖς καταγίνεται ἀνδρότητα, μένος· οὐδὲν γὰρ διαφέρει. καὶ οὐδέποτε ἀνδρότητα εἴρηκε τὴν δρείαν, ἀλλʼ ἠνορέαν. ἔχει δὲ καὶ τὸ δυσεξάλειπτον, τῶν μιμνησκόμενος· καὶ γὰρ ἄνω εἴρηκεν “ἑτάρου μεμνημένος. προηθετοῦντο δὲ καὶ παρʼ Ἀριστοφάνει. ταῦτα δὲ ἤτοι συναπτέον τοῖς ἄνω, ἵνʼ ᾖ κοινὸν τὸ ποθέων, ἢ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων. ὁ δὲ λόγος· καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τε καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν.

8. πείρων Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ῑ μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα καὶ περόωσι (Od. 6, 272) καὶ “περάᾳ μέγα λαῖτμα” (Od. 5, 174), δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει, ὡς κείρων. φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ “ παννυχίη μέν ῥʼ γε καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2, 434)· τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα. ἔστιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν σὺν τῷ ῑ περισπασθήσεται.

[*](6. τῆς δʼ ἄρα —γούνατα] Com- 22. πρόσθεσιν] προ pendifecit Od. 4, 703 et 20, 92. 26. μέν] μήν)[*](14. καὶ τοῖς — διαφέρει seclusit 30. τὸ μὲν σὺν τῷ ῑ περισπασθήσε- Friedl. ται] τὸ μὲν σὺν τῷ βαρυνθήσεται, τὸ)[*](16. καὶ τὸ] καί τι Lehrsius. δὲ ἄνευ τοῦ ῑ περισπασθήσεται Cobetus δυσεξάλειπτον] δυσεφείληπτον Mnem. novae vol. 2 p. 199.)
275

12. ψιλῶς τὸ ἀλύων· δῆλον κἀκ τῆς συναλοιφῆς.

15. *ὅτι περισσὸς ὁ δέ.

17. αὖτις ἐνὶ κλισίῃ ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο. ἢ ὅτι ὁ δέ πάλιν περισσός· οὐ γάρ ἐστι λέγειν ὃν ἐδέσμευεν, ἀλλὰ χωρὶς ὁ δέ. εἶτα ἔασκεν ἀντὶ τοῦ εἴα.

ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ “τόνδε δʼ ἐγὼν ἐπιόντα” (Il. 5, 238) καὶ “τόνδε δʼ ἐγὼ κομιῶ” (Od. 15, 545). λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵνʼ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ.

18. προπρηνέα ὅτι οὐδὲν πλέον τοῦ πρηνέα, ὡς ὅταν λέγῃ ἀταρ- τηρὸν τὸν ἀτηρόν.

20, 21. καὶ τεθνειότα περ ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι “πᾶσαν ἀεικείην ἄπεχε χροί, φῶτʼ ἐλεαίρων” τὸ δὲ πῶς μηκέτʼ ἐπεκδιδάσκει, ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείληπτο τῇ αἰγίδι ἑλκόμενος, ἵνα μὴ ἀποστραφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλʼ ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ καταδρύπτεσθαι. λέγει μέντοι (ll. 23, 186) “ῥοδόεντι χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.” καὶ περὶ τοῦ Ἀπόλλωνος ὃν τρόπον “πᾶσαν ἀεικείην ἄπεχε χροΐ,” λέγει “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων,” ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν ὁ Ἑρμῆς τῷ Πριάμῳ “θηοῖό κεν αὐτὸς ἐπελθὼν, οἷον ἐερσήεις κεῖται· περὶ δʼ αἷμα νένιπται” (418).

οὕτως αἰγίδα χρυσείην αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγίδα. καὶ μή ποτε Ὁμηρικώτερον· τοῖόν τοι ἐγῶ νέφος ἀμφικαλύψω χρύσεον” (Il. 14. 343).

20. *κάλυπτε ἐν ἄλλῳ κάλυψε.

24. Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος, λαθὼν Ἥραν ἐμίγη· ἡ δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας Ἑρμῆν ἐγέννησεν, [*](1. συναλοιφῆς] συναλειφῆς. Alibi Lehrs. l. c. restituto ἀποδρυφῇ. constanter συναλιφή. 16. συγκατατέθειται Bekkerus]) [*](7. ὀξύνοντα Lehrsius] ὀξύνων συγκαταποθεῖται) [*](14. κατείληπτο] κατείλυτο Lehr- 22. περινίζηται] περινίζεται sius Arist. p. 192.) [*](23. θηοῖο] θείοιο) [*](15. ἵνα μὴ ἀποστραφῇ] Haec delet)

276
ὅστις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν, ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν ἐμίγη Μαίᾳ. καὶ δή ποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας· γυμναὶ δὲ ἐκεῖναι οὖσαι ἠπόρουν τί πράξωσιν. γέλωτα δὲ διὰ τούτου Ἑρμῆς ποιήσας ἀπέδωκεν αὐταῖς τὰς ἐσθῆτας. ἔκλεψε δὲ καὶ τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρὰ Ἐρατοσθένει.