Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

455. σῆμʼ ἐτέτυκτο οὕτως Ἰακῶς τέτυκτο ὁ Ἀρίσταρχος.

459. πρὸς τὸ παροίτεροι, ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον.

461. κεῖσε Ζηνόδοτος καὶ Ἀριστοφάνης κεῖθι· καὶ ἔστιν ἀναλογώτερον.

462. ὑποστικτέον ἐπὶ τὸ βαλούσας, περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς τὸ πρῶτον ἴδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν.

463. *οὕτως διὰ τοῦ η νῦν δʼ οὔ πῃ Ἀριστοφάνης.

464. *αἱ Ἀριστάρχου παπταίνετον.

467. * σύν θʼ γράφεται κατά θʼ ἅρματα.

471. ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν, οὐχ ἡρωϊκοῦ προσώπου. ἄλλως. ἀθετεῖται ὡς ληρώδης· καὶ πρὸς τῷ τέλει τῆς ποιήσεως γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδη.

475. * ὅτι διὰ πολλοῦ πεδίου.

*πεδίοιο δίωνται ὡς λάβωνται. εἴπομεν δὲ δὴ ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω. ἔνθεν τὸ “τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον” (Il. 22, 251) καὶ τὸ “κνώδαλον ὅττι δίοιτο” (Od. 17, 317). καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ “ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” καὶ τὸ “αὕτως ἐνδίεσαν” (Il. 18, 584).

478. λαβρεύεαι πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας, καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιδίδωσι· διὸ καὶ ἐπὶ τῆς γλώσσης κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ.

[*](2. πέλεται] πέληται 17. παπταίνετον] παπταίνε)[*](6. μικρὸν] τετελειωμένον addit 21. τὸν Bekkerus] τὰ Friedl. Διομήδς] διομη)[*](16. In textu est οὔπω, ηι super 25. Πριάμοιο] Immo Πριάμου ω scripto. 31. *ναυαγίῳ] ναυμαχίῳ)
263

479. τὸ πάρα ἀντὶ τοῦ πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ “πάρα δʼ ἀνὴρ ὃς καταθήσει” (Od. 16, 45).

ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ “ἀλλʼ αἰεὶ μύθοισι λαβρεύεαι.” καὶ τὸ “πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι·” οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι.

480. *παροίτεραι ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται.

481. εὔληρα ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα.

483. *νείκει ἄριστε Ἀρίσταρχος νεῖκος ἄριστε, ὡς “εἶδος ἄριστε” (Il. 3. 30).

485. *ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο.

δεῦρό νυν ἢ τρίποδος εριδώμεθον ἐνθάδε τὸ νῦν συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθόν ἐστιν ἓν, ἐπεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα.

486. ἵστορα ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον συνθηκοφύλακα.

487. ἵνα γνοίης ἀποτίνων ὁ νοῦς, ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς ὁπότεραί εἰσιν ἵπποι πρότεραι.

491. *καὶ φάτο μῦθον ἐν ἄλλῳ καὶ κατέρυκε.

500. μάστι ἀπὸ τῆς μάστιος, Ἰωνικῶς, ὡς Θέτι.

501. *κατεχρήσατο.