Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

158. ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. ἐν ἐνίοις δὲ φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· “φεῦγʼ υἱὸς Πριάμοιο, δίωκε δὲ δῖος Ἀχιλλεύς.”

159. *ἀρνύσθην ἀντικατήλλασσον τῷ δρόμῳ.

161. ὅτι ὡς περὶ ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος ἑνὸς ὄντος τούτων.

162. περὶ τέρματα ἀντὶ τοῦ διὰ τὰ τέρματα. εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται, ἐπεὶ εἰ περὶ τὰ τέρματα δραμοῦσιν, εὐφυῶς κάμπτειν οὐ δύνανται. οὕτως Ἕὕβουλος.

164. ὅτι ἀμφίβολον πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ, ἢ ἐπὶ τεθνεῶτι ἀνδρὶ, ὃ καὶ ὑγιές· οὐκ οἶδε γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος.

[*](2. ὄαρες Bekkerus] ὀάραι ὅτι Ἐνυαλίῳ ἐστὶ τῷ Ἄρεῖ Cobetus.)[*](4. ἄλλῳ] ἄλλ”. Male Bekkerus 9. συνήθως αὐτῷ Lehrsius Arist. ἄλλοις: v. ad v. 68. p. 77] σὺν τῷ)[*](6. Hoc supra versum ἡ διπλῆ, 28. δραμοῦσιν] δράμουσιν)
238

170. *ὅτι ἐλλείπει ἡ περί, περὶ Ἕκτορος.

172. *ἐν πόλει ἀκροτάτῃ ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκροπόλει.

183, 184. ὅτι ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν τῶν θεῶν (Il. 8, 39) οὐκέτι.

185. *ἐρώει ὑποχώρει, ἐνδίδου.

188. Ἕκτορα δʼ ἀσπερχές σημειῶδες ὅτι μόνος Ὅμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ Ἀχιλλέως.

190. *διά τʼ ἄγκεα καὶ διὰ βήσσας ὅτι ἀντὶ τοῦ δι᾿ ἀγκέων καὶ βησσῶν.

194. *ὅτι ἃς ἄνω Σκαιάς, νῦν Δαρδανίας.

197. τοσσάκι μιν προπάροιθεν ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν, εἰς τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον. ὃ καί ἐστιν ὑγιές. καὶ πρὸς τὸ παραφθάς, ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας.

198. *οὕτως διὰ τοῦ ε πέτετο.

199, 200, 201. ὡς δʼ ἐν ὀνείρῳ ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν, ἐναντίως τῷ “ὡς δέ τʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι” (162).

201. *ὥς ῥα τόν ἐν ἄλλῳ ὣς ὁ τόν.

πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα; καί φασιν οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵνα ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη· οἱ δὲ ὅτι τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἔκτορος ποιουμένου Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων.

202. ἀξιοῦσι τοῦτον τὸν στίχον καθʼ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ ἐρωτητικός ἐστι, φασὶν, εἶτα τοὺς δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν. εἰσὶ μέντοι οἳ συνῆψαν, τὸ πῶς ἀόριστον ἐκδεχόμενοι· ἐξέφυγε δʼ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ Ἀπόλλων. ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἕκτορα; λέλυκε δὲ αὐτὸ ὁ ποιητὴς, ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο.

[*](3. Versibus 183, 184 asteris- 15. Ἰακῶς Bekkerus] κακῶς. Conf. cus praefixus. ad 7, 144. 17, 197.)[*](11. ἄνω] v. 6. 28. φασιν Vill.] φησὶν Δαρδανίας Friedl.] δαρδανίους)
239

*ὑπεξέφυγεν Ἀρίσταρχος ὑπεξέφερεν.

204. ἤτοι στικτέον εἰς τὸ γοῦνα, καὶ ἀφʼ ἑτέρας ἀρχῆς “ἄλλοισιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,” ἳν᾿ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος, εὐθέως δʼ ἂν ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον. ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι, ἵνʼ ᾖ ὁ λόγος, ἀνῄρητο δʼ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῶ ἐβοήθησε, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα.

208. σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν τούτων λεγομένων “τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον” (251).

209. ὅτι ἐντεῦθεν ἡ ψυχοστασία Αἰσχύλου πέπλασται, ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους μοίρας.