Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

109. *κατακτείναντα διχῶς, καὶ κατακτείναντι.

110. ἠέ κεν αὐτῷ ὀλέσθαι ὅτι ὁ κεν περισσὸς, καὶ ὅτι ἀμφίβολον πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι, ἢ καθʼ Ὁμηρικὴν συνήθειαν ἀντὶ τοῦ ὑπʼ αὐτοῦ ὀλέσθαι.

[*](2. ἐπὶ τὸ delevit Bekkerus. 157, 224, 300.)[*](4, 13. sunt potius gl. inter- αὐτὴν] αὐτὴ linearia. 21. ὑπερβεβίβασταιCobetus]ὑπερ-)[*](9. στικτέον] εἰς τὸ addidit Bek. βίβασται kerus frustra: conf. schol. ad v.)
236

πρὸ πόληος ὑπὲρ τῆς πόλεως· ὑπὲρ αὐτῆς γὰρ ἀγωνίζεται.

111. εἰ δέ κεν ἤρτηται μέχρι τοῦ(122) “ἀλλὰ τίη μοι ταῦτα,” καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος, ὡς ἐλέγομεν κἀν τῇ Φ· ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν, πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ καὶ τὰ καὶ τὰ ποιήσω· ἢ κομματικῶς εἰρῆσθαι ὑποληπτέον, ὡς καὶ ἡμῖν ὁ σύνδεσμος πολλάκις, ἂν δὲ κατάθωμαι καὶ πορευθῶ. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπʼ Ἀγήνορος ἀνωτέῤω λεγομένων. στίζομεν δὲ ταῦτα ὡς πλήρη.

118. ὅτι ἀντὶ τοῦ ἀμφιδάσεσθαι, δίχα μερίσεσθαι. πάλιν δὲ ὁ δέ σύνδεσμος περισσός.

*Ἀρίσταρχος ἀλλʼ ἀποδάσσεσθαι διὰ τοῦ ε.

*ὅσσα πτόλις γρ. ὅσα τε πτόλις.

119. *ἕλωμαι γρ. ὀ μοῦμαι.

121. *οὕτως χωρὶς τοῦ δ, ἀλλὰ τίη μοι.

123. ἵκωμαι τινὲς ὡς φιλῶμαι ἀναγινώσκουσιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταυτὸν ὑπισχνεῖται, καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ “τὴν ἱκόμην φεύγων” (Π. 14, 260). ὡς οὖν ἐλιπόμην λίπωμαι, οὕτως ἱκόμην ἵκωμαι.

ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. παράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκετείαν.

124. ὅτι αἰδέσεται ὡς ἱκέτην προσδέξεται· “αἰδεῖσθαί θʼ ἱερῆα.”

126. οὐκ ἔστι, φησὶν, ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶν ἢ πέτραις εὑρίσκοντες ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ παλαιοὶ νομαδικῷ ἐχρῶντο τῷ βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν. εὑρίσκοντες δέ τινες νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον. ἡ ἱστορία παρὰ Διδύμῳ.

οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων.

[*](4. ἐλέγομεν] Supra p. 230, 1. 23. προσεγγίζομεν οἷς Cobetus])[*](7. ὁ addidit Friedl. προσεγγιζομένοις)[*](11. ἀμφιδάσεσθαι] ἀμφιδάσασθαι 28. *νομαδικῷ] νομάδι)
237

128. *πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς ἐν Ἰλιάδι.

ὀαρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλία· ὄαρες γὰρ αἱ γυναῖκες.

129, 130. *ὅττι τάχιστα ἐν ἄλλῳ ὄφρα τάχιστα. τοῦτο δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι.

132. Ἐνυαλίῳ ὅτι τῷ Ἄρεϊ.

137. *φοβηθείς ὅτι ἀντὶ τοῦ φυγών.

141. * ὅτι καὶ νῦν σαφῶς ἀντὶ τοῦ ἔμπροσθεν φεύγει.

143. ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν σημαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν. ἐπήνεγκε γοῦν “τεῖχος ὕπο Τρώων.”

146. βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· τὸ γὰρ ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὸν ἁμαξιτὸν, οἷον ὑπὸ τὸ τεῖχος. ἡ δὲ ἐξ πρόθεσις προκειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους ἐδίωκον.

148. δοιαὶ ἀναΐσσουσι ὅτι λείπει πρόθεσις ἡ ἐκ ἢ ἀπό. ἐκ Σκαμάνδρου γὰρ, ἢ ἀπὸ Σκαμάνδρου.

151. θέρεϊ ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ἑτέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ κατὰ χειμῶνα.

153. *ἐπʼ αὐτάων ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, ἀντὶ τοῦ παρʼ αὐταῖς.

157. βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων.