Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

92. * μοι ἄμεινον ἀπολύτως ἀναγινώσκειν· πρὸς γὰρ τίνα ἡ διαστολή;

* ἐν ἄλλῳ κακὸν ἔσσεαι.

95. μή με κτεῖνʼ ὅτι Ζηνόδοτος γράφει ἐπεὶ οὐκ ἰογάστριος, παρόσον ἐν ἄλλοις ἔφη, “ἰῆς ἐκ νηδύος” (Il. 24, 490). ἴα δέ ἐστιν ἡ μία· καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ, οὐδὲ κατὰ σύνθετον ἐκφέρει· “τῆς μὲν ἰῆς στιχὸς ἦρχεν” (Il. 16, 173).

101. * ἐν ἄλλῳ τόφρα δέ μοι.

τόφρα τί μοι πεφιδέσθαι παροξυτονητέον ὁμοίως τῷ “ εὖ δʼ οἴκαδʼ ἱκέσθαι” (Il. 1, 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

102. * ἡδʼ ἐπέρασα ἐν ἄλλῳ ἠδὲ πέρασσα.

105. * καὶ πάντων γρ. καὶ συμπάντων.

106. * τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵνʼ ᾖ ἐν σχήματι, ἀλλʼ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρωνείας νουμένης. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς τιὴ ὀλοφύρεαι.

* οὕτως διὰ τοῦ ο ἅπασαι οὕτως.

[*](3. γρ. καί μιν λισσόμενος] Sic βροτος. in marg. interiore: in exteriore 10. Conf. schol. ad v. 102. καί μιν λισσόμενος, sine γρ. 33. διὰ τοῦ o] Alii igitur αὕτως)[*](6. λέγειν] * λέγειν καθάπερ Στησίμ-)
214

110. * ἀλλʼ ἔπι μοι λείπει τὸ ἐστί,

Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, ὁμοίως τῷ “σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων” (Od. 11, 367). οἱ δʼ ἐφύλαξαν τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτὴν, ὥστε τὸ ἑξῆς εἶναι ἀλλὰ καὶ ἐπʼ ἐμοί· καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς, ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ἔσται δὲ ὁ λόγος τοιοῦτος· ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλίνη ὥρα, καθʼ ἣν κἀμέ τις ἀνέλῃ. οὕτως δὲ χωρὶς τοῦ σ γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει.

111. ἠώς ὅτι ὅλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωίαν, μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγὴ, ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγὸν, ἑῴαν.

* Ἀρίσταρχος χωρὶς τοῦ σ, δείλη.

115. ἕζετο χεῖρε πετάσσας ἀπογνοὺς κἂν τὸν σύντομον αἱρεῖται θάνατον.

121. * πτερόεντʼ ἀγόρευε γρ. ἔπεα πτερόεντα προσηύδα.

122. τὸ ἐνταυθοῖ περισπαστέον· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ ἐνταυθοῖ ἧσο· δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ ἡ κεῖσο γραφή.

* διχῶς, κεῖσο καὶ ἧσο.

* οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι.

123. ἀκηδέες ὡς εὐσεβέες, ἶνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες.

125. ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εἰς, ἀντὶ τοῦ εἰς ἀλός.

126. πρὸς τὸ σημαινόμενον. Φιλητᾶς γὰρ καὶ Καλλίστρατος γράφουσι φρῖχ᾿ ὑπαλύξει, λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα, ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· “οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ” [*](2. φησι] φασὶ 9. κἀμέ Bekkerus] με) [*](3. σοὶ] σῷ 14. ἔλη] εἴλη Cobetus.) [*](8. δείλη] δείλης)

215
(Il. 7, 63) καὶ “ὡς δʼ ὑπὸ φρικὸς Βορέης (Il. 23, 692). ἡμεῖς δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχʼ ὑπαίξει. τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθὺς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημὸν, πλοάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι, ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ (1, 396) “τῶν κέν τις τόδʼ ἔχῃσι,” ὃς ἔχοι ἄν.

μέλαιναν φρῖχʼ ὑπαίξει οὕτως ὑπαίξει Ἀρίσταρχος. τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρώσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω ὅς κε φάγῃσι.

* οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ὑπαλύξει.

127. * ὅς κε φάγῃσι ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν.

128, * ὅτι θηλυκῶς τὴν Ἴλιον.

130. οὐδʼ ὑμῖν ποταμός περ Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· “Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, σὓς Ἀχιλεὺς ἐδάιζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν” (146)· καὶ τὸ δηθά ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει.