Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

42. τὸ ἑξῆς ἐστὶν, ἐλύσατο Ἴμβριος Ἠετίων· διὰ μέσου δὲ τὸ πολλὰ δʼ ἔδωκεν.

49. τὸ ἑξῆς ἐστὶ, τὸν δʼ ὡς οὖν ἐνόησεν. ἀχθήσας δʼ ἄρα εἶπεν· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον.

55. ἦ μάλα δή ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. διὸ καὶ τὸν περισπαστέον, ὡς ἐκεῖ “ἦ μάλα δή τινα Κύπρις” (Il. 5, 422) “ἦ μάλα δὴ τέθνηκεν” (Il. 18, 12). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου, ἵν᾿ ὁ λόγος, μέγα δὴ τοῦτο καὶ θαυμαστὸν, εἰ οἱ Τρῶες ἔξ Ἅιδου ἀναστήσονται σὓς ἀνεῖλον.

57. πὸ ἔφαμεν, ἐὰν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως κέηται, μὴ γίνεσθαι ἀναστροφὴν, ὥσπερ καὶ ἐνθάδε.

58. * πεπερημένος εἰς τὸ πέρας πεπραμένος.

62. * ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος.

67. *ἤτοι ὁ μὲν δόρυ ὅτι ὅπως ἀνείλετο ῥητῶς οὐκ εἶπεν.

[*](13. ἅρπυια] ἅρπυα 30. ἔφαμεν] ἔφαμεν ὅτι)[*](24. ὡς addidit Friedl. 34. ὅτι addidit Cobetus. Conf.)[*](29. εἰ οἱ Friedl.] εἴπω εἰ οἱ schol. ad v. 17.)
213

73. καί μιν φωνήσας τοῦτον προστιθέασί τινες, οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ τισι καί ῥʼ ὀλοφυρόμενος.

* γρ. καί μιν λισσόμενος.

75. ἀντί τοί εἰμʼ κέταο ὅτι ἀντὶ τοῦ ἴσος ἱκέτῃ εἰμί· “ἀντὶ κασιγνήτου ξεῖνος” (Od. 8, 546) ἀντὶ τοῦ ἴσος κασιγνήτῳ.

76. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλʼ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς, καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρʼ Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ ἐγεγόνει.

78. * καί μʼ ἐπέρασσας ἐν ἄλλῳ καί με πέρασσας.

80. * λύμην τρὶς τόσσα πορών λυτρωθείην, ἂν τριπλάσια διδῶ σοι.

83. * μέλλω ὅτι ἀντὶ τοῦ ἔοικα ἀπεχθάνεσθαι.

84. * Ἀρίσταρχος Ἰακῶς δῶκε.

86. * ὅτι τοὺς Λέλεγας ἐν καταλόγῳ παρῆκεν, καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος.

* ἔνιαι τῶν κατὰ πόλεις ἄνασσε.

88. * ἐν τῇ Μασσαλιωτικῇ πολλῶν τε καὶ ἄλλων.