Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

544. ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον Τροίαν εἴρηκεν.

550. Ἀχιλλῆα πτολίπορθον ὅτι πλεονάζει ἐπʼ Ὀδυσσέως τὸ πτολίπορθος, νῦν δὲ ἅπαξ ἐπʼ Ἀχιλλέως. πρὸς τοὺς χωρίζοντας· τούτοις γὰρ χρῶνται. τινὲς δὲ Ἀχιλλέα. Πηλείωνα ποιοῦσι, ξενισθέντες πρὸς τὸ ἐπίθετον.

554. γρ. φοβέονται.

558. Ἰλήϊον οὕτως Ἰλήϊον, διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν. ὁ δὲ Κράτης Ἰδήϊον, τὸ δαῖον.

[*](7. ἠθέτηκε addidit Vill. textu.)[*](15. Haec cum proxima anno- 18. φονῶν] φονόν tatione coniungit Cobetus ὅτι— 20. Ἀτρείδης δʼ ἕπετο σφεδανὸν πρόθεσις καὶ πτῶσις ἤλλακται— Δαναοῖσι κελεύων] Pro his verbis in δίψης. A post σφοδρῶς διώκων legitur)[*](17. Scholion marginis interioris ἀτρείδης δὲ ἐπῴχετο δαναοῖσι σπευ- οῦτω σφεδαν (i. e. σφεδανόν) :— δανόν. Correxit et transposuit Scribendum σφεδανῶν, ut est in Cobetus.)
230

567. εἰ τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, ἀντὶ τοῦ ἆρα κειμένου τοῦ η συνδέσμου.

570. ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν. δεῖ δὲ τῷ “θνητὸν δέ ἔ φασʼ ἄνθρωποι” προσυπακούειν τὸ εἶναι. καὶ ὅτι ἐπιφερόμενον τὸ “αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει” ἐναντίον ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ.

573. * διὰ τοῦ πάρδαλις εἶχον αἱ Ἀριστάρχου.

ταρβεῖ οὐδὲ φοβεῖται ὅτι τὸ φοβεῖται ἀντὶ τοῦ φεύγει· καὶ ὅτι ἔν τισι γράφεται κυνυλαγμόν. οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν ὁ κεν, εἶτα ὑλαγμόν.

576. * πρὸς ἀντιδιαστολὴν τοῦ οὐτάσαι καὶ βαλεῖν.

583. τινὲς τὸ ηδη χρονικὸν ἐκδέχονται, καὶ παροξύνουσιν, οὐκ εὖ. ἄμεινον γὰρ περισπᾶν, ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου. ἦ δῇ που γρ. ἤδη.

585. ἡ μάλα γρ. ἦ τʼ ἔτι πολλά.

586. ἀνέρες εἰμέν ἐν ταῖς πλείοσιν οὕτως ἐφέρετο, ἄνδρες ἔνειμεν· καὶ μήποτε οὐ κακῶς.

* ἐν ἄλλῳ ἄνδρες ἔνειμεν.

587. οἳ καὶ πρόσθε φίλων οὕτως αἱ Ἀριστάρχου οἱ καὶ πρόσθε φίλων ἀλόχων τε καὶ υἱῶν. ἔν τισι δὲ τῶν εἰκαιοτέρων “οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν.”

588. ἐφέψεις Νικίας ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέσεων, ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι· καὶ σημειούμεθα ἀναγκαίως ἀναστραφεῖσαν τὴν “στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν” (Il. 18, 191).

590. * βαρείης γρ. παχείης χειρός.

594. οὐδʼ ἐπέρησε ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα, πρὸς τοὺς ἠθετημένους (Il. 19, 305).

596. *ἐν ἄλλῳ ἔασεν ἄναξ Διὸς νἱὸς Ἀπόλλων.

597. * γρ. καὶ καλύψας.

600. *αὐτῷ γὰρ ἑκάεργος οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ αὐτῷ γάρ ῥʼ ἑκάεργος.

[*](2. τοῦ ἡ] ἡ delevit Vill. Cor- 9. κυνυλαγμόν] κυνυναγμόν rigendum ει: v. infra p. 230, 3. 15. ἦ τʼ ἔτι] ητέ τι)[*](7. πάρδαλις] Immo πόρδαλις Ari- 17. κακῶς] καλῶς Bekkerus. starchus: v. ad 13, 103. 22. προείπομεν] Ad 18, 191.)
231

602. ἕως ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο ἀπʼ ἄλλης ἀρχῆς τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα.

*τι ἐλλείπει ἡ διά, διὰ πεδίου.

606. πεφοβημένοι ἦλθον ὁμίλῳ ὁμίλῳ ἀντὶ τοῦ πλήθει, ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν. ἄλλως. ὡς εἶχε ποδῶν ἕκαστος ἐσώζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθʼ ἑαυτὸν σκοπῶν.

* τι ἀντὶ τοῦ φεύγοντες.