Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

503. * πεπτεῶτʼ γρ. καὶ πεπτῶτα.

507. οἷ τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν πρόθεσιν, ἀλλʼ ὅτι εἰς σύνθετον μεταλαμβάνεται.

509. * τίς νύ σε τοιάδʼ ἔρεξε ἀντὶ τοῦ τίς σε ἐπάτασσε;

511. ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις. περιττὸς οὖν κἀκεῖ ὁ Ἄρτεμις ἀγροτέρη.”

513. * νεῖκος πληθυντικῶς νείκεα αἱ Ἀριστάρχου.

515. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

519. * ὅτι σαφῶς χωόμενοι συγχεόμενοι.

520. * ὅτι παρὰ πατρί.

522. * ἱκάνει γρ. ἵκηται.

523. * αἰθομένοιο ὑπὸ τῶν πολεμίων δηλονότι. * ἀνῆκε ἀντὶ τοῦ ἐφῆκε.

524. * ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον.

* γρ. ἔτευξεν.

526. * παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.

528. πεφυζότες ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδός φησιν.

530. * οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων· ἄλλοι δὲ ὀτρυνέων.

535. * ἐκʼ ἄψ θέμεναι ἐν ἄλλῳ ἐπανθέμεναι.

οὕτως Ἀρίσταρχος, ἐπανθέμεναι διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπʼ ἅψ θέμεναι.

536. ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος ἀόριστος ὑποτακτικὸς, ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ [*](13. περιττὸς οὖν κἀκεῖ] Conf. Ἴωνες ἐκάλουν τὸν λέοντα. Cum schol. ad v. 47. similibus substantivis comparavit) [*](18. ὅτι παρὰ] οὕτως Ἀρίσταρχος Lobeckius Paralip. p.46, sed qua παρὰ Cobetus. omnia de feminis dicuntur, ut) [*](25. ἄψυζαν] In scholio codicis λέαιναν exspectes. Veneti B ἀπὸ τοῦ φύζα· ὄθεν ἄφυζαν)

229
ἀορίστῳ ὑπάρχοντι (“ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” Il. 16, 714) καὶ μετοχῇ τῇ “αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀνανεύσωσιν ἀλέντες” (534) καὶ “πόλις δʼ ἔμπλητο ἀλέντων” (607). ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· “τῇ ὕπο πᾶς ἐάλη” καὶ “οἱ δή τοι εἰς ἄστυ ἄλεν” (Il. 13, 408).

538, 539. ὅτι Ζηνόδοτος τοὺς στίχους ἠθέτηκε,· γελοῖον ἡγούμενος διὰ πύλης φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου ὄντος. λέγει δὲ “τεῦξαν φάος” ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν, ὡς ἐν τῷ “φόως δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών” (Il. 6. 6).

539. ἀλάλκοι ἐν ἄλλῳ ἀμύναι.

παροξυτονητέον τὸ ἀμύναι. ἔστι γὰρ εὐκτικὸν, ὅπως ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν.

541. * δίψῃ ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὑπὸ δίψης.

* ὅτι παρεῖται ἡ ὑπό πρόθεσις.

542. οὕτω σφεδανῶν, ὑπερρωμένος τῷ θυμῷ καὶ σφοδρὸς ὑπάρχων, καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ φονῶν.

ὅτι σφεδανῶν σφοδρῶς διώκων· τῷ δὲ τόνῳ ὡς ἐνοχλῶν· προκατάρχει γὰρ τοῦ σφεδανὸς, παρʼ ὃ ἐγένετο σφεδανόν. “ Ἀτρείδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων” (Il. 11, 165).