Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

384. πειρήθη δʼ ἕο αὐτοῦ ὅτι Ζηνόδοτος γράφει ἑοῦ αὐτοῦ. συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. τὴν οἷ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης, καί φησι κεῖσθαι δοτικὴν ἀντὶ γενικῆς· οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν εὑρέσθαι τὴν οἱ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ “οἱ δέ οἱ ἐβλάφθησαν” (Il. 23, 387)· ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ “νεῦσʼ ἐπὶ οἷ καλέσας” (Od. 17, 330) καὶ “προτὶ οἷ δὲ λαβὼν ἔντερα” (Il. 20, 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ ἕο αὐτοῦ.

*οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου. Ζηνόδοτος ἑοῦ αὐτοῦ.

386. οὕτως εὖτε Ἀρίσταρχος· συνέσταλται δὲ τὸ ἠΰτε, καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει τῷ δʼ ὥστε. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων τῷ δʼ αὖτε.

[*](4. ἀπὸ—κραταιοί] seclusit Lehr- αὐτῶν τοὺς ἀριθμοὺς sius. 10. νομίσαντα] νομίσαν)[*](9."αὐτοὺς τὸν Ἀρίσταρχον Bek- 31. Margo inter. Ἀρίσταρχος εὖτε kerus et Lehrsius Arist. p. 346] 33. τῷ] τῶν)
191

οὕτως γραπτέον, τῷ δʼ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα· ἔξωθεν δὲ τὸ ὥς. πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δʼ εὖτε, καὶ κατὰ συστολὴν δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ “εὖτʼ ὄρεος κορυφῇσι” (Il. 3, 10), μετέγραψεν ὕστερον τῷ δʼ αὖτε, ἐμφατικώτερον νομίσας εἶναι, ὑπακουομένου τοῦ ὡς, ὡς κἀκεῖ “καιροσέων δʼ ὀθονέων ἀπολείβεται” (Od. 7, 107).

387. ἐκ δʼ ἄρα σύριγγος ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ (Il. 16, 141) μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν. ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν διὰ τί οὐκ ἔλαβε τὴν μελίαν.

*οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ ἀθετούμενοι.