Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

365—368. τοῦ καὶ ὀδόντων μέν ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα, ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον, ὕστερον δὲ περιελεῖν τοὺς ὀβελοὺς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο. ὁ μέντοι Ἀμμώνιος ἐν τῷ περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει, διπλῆν δὲ προσθετέον τῷ “δῦνʼ ἄχος ἄτλητον, ὁ δʼ ἄρα Τρωσὶ μενεαίνων,” ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει.

376. Ἀρίσταρχος τό τε καίεται.

380. ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν.