Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

10. *σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη.

πάρα ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ παῤ Ἡφαίστου. τὸ δὲ τύνη ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει ὁ ποιητής.

14. ἕλε τρόμος ὅτι Ζηνόδοτος γράφει ἕλεν φόβος. καθʼ Ὅμη- ρον δέ ἐστι φόβος ἡ φυγή.

15. ἔτρεσαν ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου.

17. ἐξεφάανθεν οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐξεφαάνθη.