Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. εὗρε δὲ Πατρόκλῳ περικείμενον τινὲς ἀνέστρεψαν τὴν περί, ἵνʼ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις (284) ἔφη “ ἀμφʼ αὐτῷ χυμένη,” τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ, ὥσπερ ἔτι καὶ τοῖς πλείοσι καὶ τῷ Ἀσκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται.

5. κλαίοντα πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ τὰ δάκρυα ἄγει, Ἀγαμέμνονα, Πάτροκλον, Ὀδυσσέα,, ἐφʼ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν· “αἰεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” λιγέως δὲ ὀξέως ἢ ἡδέως· “μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15, 399).

6. μύρονθʼ ἐθρήνουν, ἢ ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ὑπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί.

8. ὅτι ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.

[*](13. Seclusi verba μετὰ ὑπομνη- 21. ἔτι Vill.] ἐστι ματίου, quod non leguntur in reli- 25. *ἀνέρες] ἄνδρες quarum rhapsodiarum subscrip- 29. ὑπὸ Μύρρης Bekkerus] ἀπὸ tionibus, praeeunte Lehrsio Arist. μύρης 30. ὅτι ἐάσομεν] ἐάσομεν ὅτι)
182