Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

530. *οἱ δʼ οἱ ἐν τῇ πόλει οὓς προέπεμψαν.

531. εἰράων προπάροιθε ὅτι εἴρας λέγει τὰς ἀγορὰς, σχηματίζων ἀπὸ τοῦ εἴρειν, ἐστι λέγειν.

537. *τεθνειῶτα Ἀρίσταρχος τεθνηῶτα.

538. *εἷμα δʼ ἔχʼ ἐν τῇ Μασσαλιωτικῇ εἷμά τʼ ἔχε. δαφοινεόν ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰν ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός.

[*](5. δἠ Bekkerus] δὲ 19. πισσοκωνίας Meinekius Com.)[*](18. παρά—ὄνομα Ἄρην] παρά τε vol. 2 p. 228] πισσοκονίας τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτεινόμενον συστέλ- Ἄρης Μeinekius] ἀρὴν λομεν ὅνομα Ἄρην Lehrsius Herod. 27.τεθυηῶτα] τεθνηιῶτα,ut ubique. 28. εἶμά τʼ] εἵματ᾿ )
177

540. νεκρούς τʼ ἀλλήλων ὅτι ἐπὶ τῶν τοιούτων τόπων οἱ γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι.

*κατατεθνειῶτας Ἀρίσταρχος διὰ τοῦ η.

541. νειόν τὴν λεγομένην νεατὸν, ὅ ἐστιν ἠροτριασμένην, ἁπαλὴν καὶ διακεχυμένην· ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη.

547. τέλσον βαρυτόνως ὡς μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ σ καὶ προσόδῳ τοῦ ν.

548. ελαίνετʼ κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ· σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ.

549. *οὕτως Ἀρίσταρχος, τέτυκτο, Ἰακῶς.

550. ὅτι τὸν ἀποτετμημένον τόπον τέμενο ς λέγει.

*γρ. τέμενος βαθυλήϊον.

ριθοι νῦν ἐργάται, γεωργοὶ, παρὰ τὴν ἔραν τὴν γῆν· ἢ παρὰ τὸ ἐρίζειν ἐν τῷ ἔργῳ. ἔριθοι δὲ κυρίως οἱ ἐριουργοὶ, καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι.

553. *ἀμαλλοδετῆρες παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς πυρούς.

557. * ἔξω τοῦ τὸ ἑστήκει αἱ Ἀριστάρχου.

γηθόσυνος ῆρ ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην ἔχων κατάστασιν.

560. ὅτι δεῖπνον τὸ ὑφʼ ἡμῶν ἄριστον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος.

563. *ἀργυρέῃσιν Ζηνόδοτος ἀργυρέοισιν.

565. *ἐπʼ αὐτήν ἐς αὐτήν παρὰ Ζηνοδότῳ, καὶ ἔχει λόγον ἡ γραφή.

566. *φορῆες οἱ φέροντες τοὺς βότρυας.

567. ταλά τρυφερὰ, νήπια, πρᾶα. κατʼ ἐπικράτησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι.

568.* Ἀρίσταρχος ταλάροισ ι καὶ πλεκτοῖσι.

570. λίνον δʼ ὑπὸ καλὸν ειδε ἤτοι τὸ λίνον ᾖδεν ὃ ἐξῆπτο ἀντὶ τῆς νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες οὐκ ἐξ ἐντέρων κατεσκευάζοντο τὰς κιθάρας, οὐχ ὅσιον οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες διὰ τὸ ἐκ νευρῶν πεποιῆσθαι, [*](12. βαθυλήϊον] βαθὺ λήϊον 25. βότρυας] βότρυ cum compen- 17. In marg. inter. ἀρίσταρχος dio as significante. 29. Hoc scholion legitur post ἑστήκει 20. Ad πολλὰ πάλυνον in marg. scholion inferius verbis παιὰν καὶ exter. adscriptum πολλʼ ἐπάλυνον διθύραμβος finitum.)

178
ἀλλʼ ἐκ λίνου πεποιημένου. ἢ λίνον δʼ ὑπὸ καλὸν ἄειδεν ἀντὶ τοῦ τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν, ὄντι νηπίῳ καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην ᾀσθεῖσαν.

παρὰ Ζηνοδότῳ λίνος δʼ ὑπὸ καλὸν ἄειδε. ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέγεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον, ὥσπερ εἰ ἔλεγε παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ.

τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσσοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε σημαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος.

576. παρὰ Ζηνοδότῳ διὰ ῥαδαλόν· ὁ δὲ Ἀριστοφάνης παρὰ ῥαδαλόν. ῥαδαλόν δὲ ἀκουστέον τὸν εὐκράδαντον διʼ ὕψος. φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ δονακῆεν κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευκᾶεν.

*ἐν ἄλλῳ ῥαδαλόν.