Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

495. * ὅτι ἐνθάδε μόνον καὶ ἐν τῇ Κ. (13) μέμνηται αὐλῶν.

496. * ὅτι θαύμαζον ἐθεῶντο, οὐκ ἐξεπλήττοντο.

497. ἐνείκεον ἐφιλονείκουν, ἠμφισβήτουν· δικαστήριον γὰρ εἰσάγει δύο τινῶν ἀνδρῶν, ὧν ὁ μὲν ἐγκαλούμενος ἐδόκει λύτρα ἀποδεδωκέναι ὑπὲρ τοῦ πεφονευμένου ἐπιτίμια, ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν εἰληφέναι· δύο δὲ τάλαντα χρυσίου κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης παρὰ τοῖς Ἀττικοῖς τῶν ὑποφονίων, ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν [*](2. Διονύσου Vill.] διονύσῳ 24. μόνον] μον, quod pro μέν) [*](5. τὸν δὲ Bekkerus] δὲ om. accepit Vill.) [*](6. Ἀθηναῖοι] ἀθην 25. θαύμαζον addidit Bekkerus.) [*](8. τὸ ῥεῦμα Bekkerus] τὸ om. 27. ἐγκαλούμενος Bekk.] εἰσκα-) [*](20. ἁρπαζομένας Vill.] ἀσπαζομέ- λούμενος) [*](31. ὑποφονίων] ὖ φωνίων)

174
ἀνῃρημένων οἱ ἀνελόντες· λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινή.

499. *ἀποφθιμένου παρὰ Ζηνοδότῳ ἀποκταμένου, καὶ ἐν ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.

*βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι.

501. *ἐπὶ ἴστορι τὸ τέλος τῆς δίκης οἱ δικασταὶ ἐτίθεντο, ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν.

ἐπὶ ἴστορι μάρτυρι ἢ κριτῇ. ἀπὸ τοῦ εἴδω εἴσω ἴστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ Ϛ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι. ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ πρὸ τοῦ Ϛ μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.

*ἑλέσθαι παρὰ Ζηνοδότῳ ἀρέσθαι.

502. *παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει ἀμφοτέρωθεν· ἡ Μασσαλιωτικὴ ἀμφοτέρωθεν ἐπίπνυον ἀμφὶς ἀρωγοί.

503. *ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο καὶ ὅτι τοῦτʼ ἔστι τῷ δήμῳ πιφαύσκων, φανερὸν ποιῶν τῷ ὄχλῳ.

505. σκῆπτρα ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον· καὶ ἐν Ὀδυσσείᾳ (2, 37) “στῆ δὲ μέσῃ ἀγορῇ. σκῆπτρον δέ οἱ ἔμβαλε χειρί.”

*ἠεροφώνων ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται. καὶ ἐν ἄλλῳ “φωνὴ δέ οἱ αἰθέρʼ ἵκανε” (Il. 15, 686).

506. ἤϊσσον ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ ἀνιστάμενοι ἔφερον τὴν ψῆφον.

*κατέσειον ἐπὶ τὸ σιωπῆσαι.

ἀμοιβηδὶς δὲ δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ καθʼ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. τὸ δὲ ἀμοιβηδίς κατʼ ὀξεῖαν τάσιν· εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων ἐπιρρημάτων.

αἱ Ἀριστάρχου ἀμοιβηδόν ὡς κλαγγηδόν. κατὰ τάξιν τῆς ἡλικίας.

[*](3, 4, 16, 17 in marg. exter. 29. ἐπιρρημάτων Bekkerus] ῥη- propter spatii angustiam. μάτων)[*](15. ἐπίπνυον] ἐποίπνυον Cobetus. 30. αἱ Ἀριστάρχου in fine acholii)[*](17. πιφαύσκων] πιφράσκων habet, hoc vero loco ἀρίσταρχος.)[*](19. καὶ ἐν Vill.] ὃ ἐν Alterutrum delendum.)[*](23. ἄλλος Vill.] ἄλλο)
175

507. δύω χρυσοῖο τάλαντα ἤτοι τοσοῦτον δικαστικὸν ὑπισχνοῦντο. ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν, ἄμεινον κατʼ αὐτῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι.

509. δύω στρατοί ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον· πολιορκία γὰρ ἦν καὶ οὐ πεδιὰς ἡ μάχη. ἢ δύο στρατοὺς τὸν ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν.

510. δίχα δέ σφισιν ἥνδανε βουλή σημειοῦνταί τινες ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων.

512. κτῆσιν ὅσην πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα.

513. *οἱ δ οἱ ἔνδον.

514. Παρμενίσκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες, ἐπεὶ σολοικοφανὲς, φησὶ, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων: “νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔ ποτʼ ἐρωεῖ” (Od. 12, 75.) “νωμῆσαι βῶν, τό μοί ἐστιν” (Il. 7, 238.) οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.

515. τὸ ἐφεσταότες πρὸς τὸ ἀνέρες. ἢ δύναται παραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός θʼ” (Od.10, 513). “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης” (Il. 20, 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς κατʼ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

*κατὰ κοινοῦ τὸ ῥύατο.

519. ὑπολίζονες προπαροξυτονητέον· πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου “οὐδὲν ὄλιζον ἕξομεν,” εἴγε ὁμοτονεῖ τοῖς οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διάλεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμόν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν, [*](3. ἰθύντατα Vill.] ἰθῦντα 8. *τινες] om.) [*](6. πεδιὰς] παιδια 29. ἕξομεν (ut infra)] ἕξομαι)

176
πᾶς πᾶν, εὐμήκης εὔμηκες, ταχὺς ταχύ, φίλος φίλον, σώφρων σῶφρον. ὅθεν εἰ οὕτως ἀνέγνωμεν “οὐδὲν ὄλιζον ἕξομεν,” καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμὸς, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ, καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.

*ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει ὀλίγοι.

521. ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ “τὸν νοῦνʼ ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν” (Aristoph. Eq. 96). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν ἄξω καὶ προστακτικὸν τὸ “ἆξον δὴ ἔγχος Διομήδεος (Il. 6, 306) ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα Ἄρην· “πισσοκωνίας Ἄρης” Κρατῖνος.

526. τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν, ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων.

*Ἀριστοφάνης δυικῶς τερπομένω.

528. * πώεα καλά παρὰ Ζηνοδότῳ πῶϋ μέγʼ οἰῶν.