Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

519. ὑπολίζονες προπαροξυτονητέον· πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου “οὐδὲν ὄλιζον ἕξομεν,” εἴγε ὁμοτονεῖ τοῖς οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διάλεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμόν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν, [*](3. ἰθύντατα Vill.] ἰθῦντα 8. *τινες] om.) [*](6. πεδιὰς] παιδια 29. ἕξομεν (ut infra)] ἕξομαι)

176
πᾶς πᾶν, εὐμήκης εὔμηκες, ταχὺς ταχύ, φίλος φίλον, σώφρων σῶφρον. ὅθεν εἰ οὕτως ἀνέγνωμεν “οὐδὲν ὄλιζον ἕξομεν,” καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμὸς, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ, καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.

*ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει ὀλίγοι.

521. ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ “τὸν νοῦνʼ ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν” (Aristoph. Eq. 96). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν ἄξω καὶ προστακτικὸν τὸ “ἆξον δὴ ἔγχος Διομήδεος (Il. 6, 306) ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα Ἄρην· “πισσοκωνίας Ἄρης” Κρατῖνος.

526. τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν, ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων.

*Ἀριστοφάνης δυικῶς τερπομένω.

528. * πώεα καλά παρὰ Ζηνοδότῳ πῶϋ μέγʼ οἰῶν.