Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

512. κτῆσιν ὅσην πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα.

513. *οἱ δ οἱ ἔνδον.

514. Παρμενίσκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες, ἐπεὶ σολοικοφανὲς, φησὶ, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων: “νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔ ποτʼ ἐρωεῖ” (Od. 12, 75.) “νωμῆσαι βῶν, τό μοί ἐστιν” (Il. 7, 238.) οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.

515. τὸ ἐφεσταότες πρὸς τὸ ἀνέρες. ἢ δύναται παραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός θʼ” (Od.10, 513). “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης” (Il. 20, 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς κατʼ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

*κατὰ κοινοῦ τὸ ῥύατο.