Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

41. ἀλλʼ οὐ μὰν τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον, ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ φυγήν. κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων διὰ τοῦ π, ἐπὶ δηρόν, ὁμοίως τῷ “ἐπὶ δηρὸν δέ μοι αἰών” (Il. 9,

42. διὰ μέσου τὸ οὐδʼ ἔτʼ ἀδήριτος, τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτʼ ἀλκῆς ἤτε φόβοιο, οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ.

*ἤι᾿ ἀλκῆς ἤτε φόβοιο Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ δ, ἠδʼ ἀλκῆς ἠδὲ φόβοιο.

44. *οὕτως Ἀρίσταρχος χαλκός, ἄλλοι δὲ χαλκόν.

47. στομάχοιο θέμεθλα στομάχου θέμεθλα οὐ λέγει τὸ στόμα τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ ἔσχατε μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν “ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος.” θέμεθλα δὲ ἡ θέσις.

48. πρὸς τὸ αὐτός· οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος. ὅμοιον τῷ “ὁ, δʼ ἐρεύγετο οἰνοβαρείων” (Od. 9, 374), ἕτερός τις οὐκ, ἀλλʼ αὐτὸς ὁ Κύκλωψ.

βαρείῃ τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησὶ, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι.

49. διʼ ὐχένος τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν τὸν βρόγχον· εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἀντικρὺς διὰ τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο.

50. *παραμυθίαν μεγίστην εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ τοῦ Πατρόκλου.

[*](13. οὐδ᾿ ἔτ᾿] In textu est οὐδέ τʼ Ἀρίσταρχος. In margine exteriore)[*](18. οὕτως Ἀρίσταρχος χαλκός] adscriptum χαλκός, subscripto ν. Hoc ordine A, non χαλκὸς οὕτως)
127

51. Χαρίτεσσιν ὁμοῖαι ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι. ἀπίθανον δέ ἐστιν· ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἅς φαμεν στεφανίτιδας.

ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν. οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης, ἀλλʼ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν εἶπεν “μιάνθησαν δὲ ἔθειραι” (Il. 16, 795) εἰς ἐκδικίαν καὶ παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν εὔμορφον κόμην.

52. οὃ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο οἳ ὑπὸ χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ᾖσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ ὡς· ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσὸν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις.

54. *οἰοπόλῳ ἐν ᾧ μόνος τις πωλεῖται.

Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν· καὶ Ποσειδῶν μὲν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τριαίνῃ κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν· κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χώραν, εἰπὼν ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

ἀναβέβρυχεν Ζηνόδοτος διὰ τοῦ ο ἀναβέβροχεν, ὡς ἐκεῖ “ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης” (Od. 12, 240).

64. *λαφύσσει λάπτει. τῶν δὲ κατὰ μίμησιν ἡ λέξις.