Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

21. συὸς κάπρου κατʼ ἐπίτασιν· ἀλκιμώτερος γὰρ ὁ κάπρος· διὸ ἐπὶ πᾶσι τέτακται. οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον τῶν ἄλλων ζῴων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι σῦς μὲν τὸ γενικὸν, κάπρος δὲ τὸ εἰδικὸν, ἀπὸ τοῦ κάπτειν.

24. οὐδὲ μὲν οὐδὲ βίῃ τὸ σημεῖον Διονύσιος διὰ τὸν Ὑπερήνορά φησιν· προείρηται γὰρ “Ἀτρείδης δʼ ἄῤ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὔτασε” (Il. 14, 516). καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν.

27. *οὐδέ ἑ διὰ τοῦ τε, οὐδέ τε, Ἀρίσταρχος.

29. 30, 31, 32. ὥς θην καὶ σὸν ἐγώ ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως (Il. 20, 196) οὐκέτι· ἐπεξεληλυθὼς γὰρ μόνον οὐχὶ συναρπάσαι ἂν τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως.

31. ἰέναι διὰ μέσου ἐστὶ τὸ μηδʼ ἀντίος ἵστασ᾿ ἐμεῖο· τὸ [*](5. *πρώτως] πρώτῳ παρδάλιος scripserat, sed πορδάλιος:) [*](14. sequitur in A lemma v. ad 13, 103. (versus 17) μή σε βάλω, sed deest 27. Versibus quattuor 29—32 scholion vacuo relicto spatio. in textu asterisci sunt praefixi.) [*](17. διὰ τοῦ ᾱ] Aristarchus non 30. ἂν addidit Lehrsius.)

125
δὲ ἑξῆς, ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, πρίν τι κακὸν παθέειν. διὰ μέσου δὲ τὰ λοιπά.

32. *πιστὸν τὸ παίδευμα, καὶ πολλῆς ὠφελείας περιεκτικόν. πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω φιλόσοφος ἡ γνώμη. ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς, φρόνιμος δαίμων, ὁ δὲ Επιμηθεὺς φαῦλος· μετανοεῖ γὰρ ὅτʼ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή. “καί σοι λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι, καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι” (Conviv. p. 222 b).

35. γνωτὸν ἐμόν ὅτι ἰδίως ἐξενήνοχεν· ἔστι γὰρ μάλα τίσεις περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας περὶ οὗ ἔπεφνες ἀδελφοῦ, τίσεις μου τὸν ἀδελφόν.

36. *ὅμοιον τῷ “καὶ δόμος ἡμιτελής” (Il. 2, 701).

37. ἀρητόν ἤτοι βλαπτικὸν, παρὰ τὴν ἀρὰν τὴν βλάβην, ἢ κατάρατον, ἢ ἀπευκτὸν, ἢ ἀεὶ ῥητὸν, ἀεὶ διὰ μνήμης ἐσόμενον.

ἄλλως. ἑτέρως διαστεῖλαι ἔστιν, ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας, ἵνʼ ᾖ κατʼ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος, τὸν ἀρητόν. ἢ οὕτως, εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα, καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις.

*τὰ εἰς τος ῥηματικὰ, παραληγόμενα τῳ η, ὑπὲρ δύο συλλαβὰς, ὀξύνεσθαι θέλει.

38. κατάπαυμα γενοίμην καταπαύσαιμι δʼ ἂν τοῦ θρήνου τοὺς ἀθλίους γονέας τοῦ Ὑπερήνορος, εἰ ἀνελῶ σε καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ ὅπλα αὐτοῖς.

*περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ.

*ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις.

40. * Φρόντιδι ἡ μήτηρ ἐστὶν αὐτοῦ Φρόντις ὡς Θέτις.

[*](10. καί σοι] καὶ σὺ τίσεις μου τὸν ἀδελφόν.)[*](12. γνόντα] γνῶντα 17. τῷ Vill.] τὸ)[*](15. ἀδελφοῦ delevit Vill. Fried- 20. ἑτέρως] ἑκατέρως Friedl. laenderus haec sic redintegrat 22. αὐτοὺς Friedl.] αὐτὸν περὶ τούτου ὃν ἔτεφνες, ἀνθʼ οὐ εἴρηκε 30. γάρ addidit Cobetus. )
126

Φρόντιδι ὡς Ἤλιδι. οὕτως Τυραννίων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τίς λήγοντα θηλυκὰ δισύλλαβα, μὴ ὄντα ἐπιθετικὰ, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, οὐτίς τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ “πόριες περὶ βοῦς ἀγελαίας” (Od. 10, 410). μὴ ὄντα ἐπιθετικά πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.