Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

175. *ὅν χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως καὶ Ἀρίστοφάνης.

ὃν τέκε Πηλῆος θυγάτηρ ὅτι Φερεκύδης τὴν Πολυδώραν φησὶν ἀδελφὴν Ἀχιλλέως· οὐκ ἔστι δὲ καθʼ Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ καὶ ἐπʼ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγγενείας.

ἐκ τίνος Πηλεὺς Πολυδώραν ἔσχεν, ὡς μὲν Στάφυλός φησιν ἐν τῇ γ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

177. υἷι διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία συλλαβή· διὸ προπερισπαστέον ὁμοίως τῷ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία, περιεσπᾶτο, ἀπʼ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ “υἱεῖ ἐμʼ ὠκυμόρῳ” (Il.18, 458).

178, *ὅτι ἕδνα τὰ ὑπὸ τῶν γαμούντων διδόμενα ταῖς γαμουμέναις.

179. τῆς δʼ ἑτέρης ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ τὸ [*](5. αὐτὸ Bekkerus] αὐτῷ 24. ἐν τῇ γ (*ἐν γ)] ἐν τῇ σ) [*](16. *ὑπὸ—διαφανοῦς] ἀπὸ—δια- 26. ἄλλοι] *Σουίδας φόνους) [*](*Λαοδαμείας] λαοδαμείης)

102
μὴ ἐπιδέχεσθαι τὸ μέτρον εἰπεῖν δευτέρας. πρὸς αὐτὸ δὲ τὸ προδεδηλωμένον τῇ δυϊκῇ διαστολῇ κέχρηται.

180. παρθένιος τὸν ἔτικτε ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου νομιζομένης γεννώμενος, σκότιος δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ οὐκ ἀπὸ νομίμου γάμου. καὶ ὅτι τὸ χορῷ καλή προσεκληπτέον καλλίχορος, διαπρέπουσα ἐν τῷ χορεύειν.

182. * διασταλτέον βραχὺ μετὰ τὸ ἠράσατο.

183. χρυσηλακάτου καλλιτόξου, ἢ χρυσῷ τῷ βέλει χρωμένης· ἠλακάτην γὰρ καλοῦσι καὶ τὸ βέλος καὶ τὸ γυναικεῖον ἐργαλεῖον, ἐξ οὗ τὸ νῆμα ἕλκουσιν, ὡς ἐκεῖ ὁ ποιητὴς ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα” (Od. 4, 135), καὶ τὸ ὑπὲρ τὸ ἱστίον, ὅταν λέγῃ “κάδδʼ αὐτοῦ λίνα χεῦον ὑπʼ ἠλάκατα τανύσαντες.”

κελαδεινῆς κυνηγετικῆς, παρὰ τὸν γιγνόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, ὅ ἐστι θόρυβον, ὥς που καὶ ἐν τῇ θήρᾳ τοῦ Καλυδωνίου συὸς “ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν” (Il. 9, 543).

184. ὑπερῷʼ ὅτι οἱ τῶν θηλειῶν θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίv ὦσιν.

185. *ἀκάκητα Ἀρίσταρχος προπαροξύνει· οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις.

Ἑρμείας ἀκάκητα ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς ὀρθῆς κέχρηται, ἀντὶ τοῦ ἀκακήτης, ὡς κυανοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκακησίου προσηγόρευται καθʼ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. ἢ ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· ὅθεν καὶ δοτὴρ ἑάων, ὅ ἐστι τῶν ἀγαθῶν.

188. *ἐξάγαγεν φώωσδε οὕτως καὶ Ἀριστοφάνης, φώωσδε. Ζηνόδοτος προφόωσδε.

ἐξάγαγεν φόως δέ ὅτι Ζηνόδοτος γράφει προφόως. ἀγνοεῖ δὲ ὅτι ἐπὶ μὲν Εὐρυσθέως (Il. 19, 118) οὕτως γράφειν ἐγχωρεῖ· πρὸ γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη, διὸ καὶ ἠλιτόμηνος εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι.

202. ὅτι Ζηνόδοτος ἓν ποιῶν γράφει χωρὶς τοῦ ι μητιάασθε, λαμβάνων ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον· διὸ δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθ’ ὑπὸ μηνιθμόν [*](12. χεῦον (χεύων A) ὐπʼ] *χεῦον 15. “αὐτῷ θῆκε]αὐτοῖς, omisso θῆκε) [*](27. προφόωσδε] προφώως δὲ)

103
ἤτοι μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον.

203. σχέτλιε Πηλέος υἱέ ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε. καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ. ὑπερβολικῶς οὐ γάλακτι, ἀλλὰ χολῇ.

204. *νηλεές ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς· διασταλτέον δὲ ἐπὶ τὸ νηλεές.

207. ταῦτα ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐστιν ἡ με, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρχος. ὁ μέντοι Κρατήτειος Ερμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ θ τὴν γραφὴν, οὐκ ἔχουσαν οὕτως.

*θάμʼ ἐβάζετε Ἀρίσταρχος Ἰακῶς, θαμὰ βάζετε.

211. ἄρθεν Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψιλοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ A ῥαψῳδίᾳ (137), διαλαμβάνοντες περὶ τοῦ “ἄρσαντες κατὰ θυμόν.”

217. * νευόντων στικτέον· μᾶλλον γὰρ ἐμφαίνει.

218. ωρήσσεσθον γράφεται θωρήσσοντο.

222. τήν οἱ Θέτις ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλλέα γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταὶ, ἀλλὰ συνεβίου Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα, καί φησιν (Il. 18, 59) “τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήιον εἴσω” ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα.

223. *ἄγεσθαι Ζηνόδοτος καὶ Ἀριστοφάνης θῆκʼ ἐπὶ νηὸς ἰόντι.

224. οὔλων ὡς δούλων. προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας.

227. *οὕτως Ἀρίσταρχος, ὅτι μὴ Διί, ἄλλοι δὲ διὰ τοῦ ε, ὅτε.