Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

123. ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν κατά, εἶτα σβεστή τὸ συμβαῖνον ἐπιθετικῶς· ἔστι δὲ καὶ κατὰ συναλοιφὴν ἀσβέστη, οἷον ἀκατάσβεστος, ἐστι δυσκόλως σβεστή. ὃ καὶ μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως” (II. 1, 599). τὸ δὲ σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικὸν, ἀσβέστη, καθάπερ “ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6, 108) ἀντὶ τοῦ ἀρίγνωτος.

ἀσβέστη] Ἀρίσταρχος κατὰ βαρεῖαν τάσιν ἀσβέστη, παρώνυμον [*](17. κενὸν—αὐτῷ Bekk.] καινὸν—αὐτὀ 18. δέ—γἁρ Friedl.] γάρ—δὲ)

99
ἐκδεχομενος τοῦ “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως,” ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός.

124. *τὴν μὲν πρύμνην πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε τὴν μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην.

127. * ἰωήν ἐν τῇ Μασσαλιωτικῇ ἐρωήν.

128. μὴ δή ταῦτα ὁμολογουμένως καθʼ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος γὰρ λέγει. δύναιτο δʼ ἂν καὶ τὸ ἑξῆς εἶναι, ὄρσεο, μὴ δὴ νῆας ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς τὰ ἀσύνδετα τὴν προσωποποιίαν, ὅτι ἐμφαντικωτάτη.

ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται, ὁμοίως τῷ “σπάρτα λέλυνται” (Il. 2, 135).

129. ἀγείρω ὅτι ἀντὶ τοῦ ἀγείραιμιλαὸν λαὸν ἀγείρω ὁμοίως τῷ ἀγείρω· ἐνεστὼς γάρ ἐστι σημαίνων μέλλοντα, ὥσπερ καὶ ἐπʼ ἄλλων παρεθέμεθα· “ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα” (Il. 1, 184 “ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει” (Il. 7, 124). οὕτως καὶ τὸ ἐρύουσιν ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρχος.

140. ἔγχος δʼ οὐχ ἕλετ’ οἶον προκατεσκεύακε μόνον αὐτῷ τὸ δόρυ σώζεσθαι διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. κατὰ γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν. φασὶ μὲν Ἀθηνᾶν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευσε καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια ποιήσαντι.

διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ Ὁμήρου προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιίαν· καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν [*](1. οὕτω Lehrsius] οὐ scholio ipso omisso.) [*](5. τῆς μἐν τὴν πρύμνην] τῆς μὲν 14. τῷ ἀγείρω] τῷ ἀγερῶ Cobetus. πρύμνης. Hoc scholion in marg. 19. αὐτῷ Cobetus] αὐτὸ inter. legitur. Inter scholia vero 27. αὐτῷ Vill.] αὐτὸ solum legitur lemma ὡς τὴν μέν,)

100
Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλʼ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.

*ὅτι Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν.

141. * βριθὺ μέγα στιβαρόν καθʼ ἕκαστον βραχὺ διασταλτέον.

142. πίστατο ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι τῷ δόρατι· τὸ γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει.

143. *μελίην τὴν ἐκ μελίης.

*διχῶς, καὶ τάμε καὶ πόρε.

144. *Ἀρίσταρχος ἐν κορυφῆς διὰ τοῦ ν.

146. * ὅτι Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων.

149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων.

150. Ἀρπυια ἤτοι ἀνέμου εἶδος, παρὰ τὸ ἁρπάζειν, ἢ δαίμονες ἁρπακτικαὶ, ὧν τὰ ὀνόματα Ἀελλὼ, Ὠκυπέτη, Ποδάργη. τινὲς δέ φασιν Ἅρπυια ποδάργη, ἵνʼ ᾖ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης.

Ποδάργη εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παροξυτονητέον εἰς ἰδιότητα.

ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει Ἅρπυια πόδαργος, ὡς ἐπιθετικὸν, ἵνʼ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη. σαφὲς δὲ ἐκ τούτων (Il. 19, 400) “Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης.”

156. * πάντας Ζηνόδοτος πάντη ἀνὰ κλισίας.

160. * βραχὺ διασταλτέον ἐπὶ τὸ ἴασι πρὸς τὸ σαφέστερον.

161. λάψοντες ὅτι Ζηνόδοτος γράφει λάψαντες διὰ τοῦ α. ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ αἵματος ἐμπεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον ἀπὸ κρήνης ἴασιν· οὐκ ἔδει δὲ, ἀλλʼ εἰς κρήνην πιόμενοι πορεύονται. ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων.

[*](5. ὅτι addidit Cobetus. 28. ἐμπεφορημένοι Bekkerus] πε-)[*](11. Ἀρίσταρχος] ἀριἆ φορημένοι)[*](17. φορβάδος Bekkerus] φοράδος 30. εἰς κρήνην] ἐκ κρήνης Cobetus.)[*](27. πεπωκότες Bekkerus] πεπτω- 31. ὠνοματοπεποίηται Bekkerus] κότες ὀνοματοποιεῖται)
101

μέλαν ὕδωρ Ἀναξαγόρας, ἐπεὶ φύσει μέλαν· καὶ γοῦν ὁ καπνὸς μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέμενος. οἱ δὲ διὰ τὴν σκιὰν τῶν φυτῶν.

162. ἄκρον τὴν πρώτην λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον. τὸ γὰρ συμβαῖνον αὐτὸ ἀπαγγέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ.

163. στένεται ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχωρεῖται (“στεινόμενος νεκύεσσιν Il. 21, 220), ὥστε καταστρέφειν εἰς τὸ βαρύνεται· βέλτιον δὲ παρεμπεπτωκέναι τὸ σ ὡς ἐπὶ τῆς φερεσβίου, ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται, διὰ τὸ ἐμπλησθῆναι τοῦ αἵματος.

173. στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ. τὸ δὲ ἰῆς περισπῶσιν, καὶ τὸ “ἰῇ δʼ ἐν νυκτὶ γένοντο” (Il. 18, 251), οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· “οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς” (Il. 4. 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ.

174. διιπετέος ἤτοι ἀπὸ Διὸς πεπτωκότος, διὰ τὸ ὑπὸ τῶν ὀμβρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάρρους, ἢ διαφανοῦς.