Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

79. *βραχὺ διασταλτέον κατέχουσι.

81. ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος· καὶ ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. βραχὺ δὲ διασταλτέον, ἐπικρατέως. τάχα δʼ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθʼ ἑαυτὰ λεγόμενα.

84—86. ὡς ἄν μοι τιμήν ἕως ἂψ ἀπονάσσωσι, τοὺς τρεῖς στίχους ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν, ἢ τοῖς ἑξῆς, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην, καὶ ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν. ὃ καὶ βέλτιον· καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητί ὡς ἐγώ σοι λέγω, ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρʼ Ἕλλησι ποιήσειας, ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε.

85. *ἀτὰρ οἳ τὸ οἱ ἄρθρον ἐστὶν ἐγκλιτικόν· διὸ ἐν τῇ συντάξει ἐγκλιτέον.

86. ἂψ ἀπονάσσωσιν εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν.

87. *τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ τοί.

88. *ἀρέσθαι παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

89. μὴ σύ γʼ ἄνευθεν ἐμεῖο ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν, πεποίηκε δὲ οὕτως “μὴ σύ γʼ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι,” [*](7. *Πορφυρίου praefixum. 5. ἀτὰρ οἱ] Sic in textu, super-) [*](9. * Ἀγαμέμνονος] ἀγαμέμνων scr. οὖ (i. e. οὖτοι). In aliis ὀρθο-) [*](10. *γὰρ om. τονητέον τὴν οἱ· ἄρθρον γάρ ἐστι πλη-) [*](*Διομήδους] διομήδης θυντικὸν, ἵνʼ ᾖ οἱ δὲ Ἕλληνες)

97
ἵνʼ ἐπιβάλλῃ ἡ συνέπεια. ἀναγκαῖοι δέ εἰσι· σκοπὸς γὰρ τῷ Ἀχιλλεῖ μὴ ἀτιμωθῆναι τούτου κατευημερήσαντος.

90. ἀτιμότερον δέ με ήσεις ὁ Ἀσκαλωνίτης ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τήν με ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ.

92. * ὅτι Ζηνόδοτος προτὶ Ἴλιον αἰπὶ ὺ δίεσθαι.

93. μή τις ἀπʼ ὐλύμποιο ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτον “μή σʼ ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ.” ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοίᾳ.

95. Νικίας ὑφʼ ἓν ἀνέγνω παλιντροπάασθαι, Ἀπολλόδωρος δὲ κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθέντας διελαμβάνομεν (Il. 1, 59). ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι.

97—100. αἲ γὰρ Ζεῦ τε πάτερ ἀθετοῦνται στίχοι τέσσαρες, διότι κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρόκλου· τοιοῦτοι γὰρ οἱ λόγοι, πάντες ἀπόλοιντο πλὴν ἡμῶν. καὶ ὁ Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθής δέ.

99. ἐκδύμεν παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ “θοῶς ζευγνύμεν ἄνωγεν” (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο.

*ἡμεῖς δὲ ἐκφύγωμεν.

100. ρήδεμνα νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδεμνον τὸ τῆς κεφαλῆς κάλυμμα.

105. βάλλετο δʼ ἰεί ὅτι τινὲς γράφουσι τύπτετο δʼ αἰεί. προείρηκε δὲ βαλλομένην καὶ βάλλοντες. τὸ δὲ βαλεῖν ἐστὶν ἐκ χειρὸς τύψαι.

βάλλετο δʼ αἰεὶ καπφάλαρʼ γράφεσθαί φησιν ὁ Ἀρίσταρχος καὶ τύπτετο δʼ αἰεὶ καπφάλαρʼ εὐποίητα διὰ τοῦ π, οὐκ εὖ βούλεται γὰρ λέγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν.

ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται καπφάλαρα. ὑπερβατὸν δέ ἐστι. δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τὰ φάλαρα, ἐβάλλετο δὲ συνεχῶς.

[*](7. προτὶ] πβτὸ ἐκ Cobetus)[*](9. τοῦτον Bekkerus] τοῦτο 33. *ἐβάλλετο] ἐβάλετο)[*](16. Obelus praefixus. δὲ addidit Friedl.)[*](27. ἐστὶν ἐκ] ἐστὶ πόρρωθεν, τὸ δὲ)
98

φάλαρα δὲ τὰ κατὰ τὸ μέσον τῆς περικεφαλαίας μικρὰ ἀσπιδίσκια, ἅτινα κόσμον χάριν ἐντίθεται.

*Ἀρίσταρχος διὰ τοῦ καί συνδέσμου καὶ φάλαρα γράφων πάντως βραχὺ διέστελλεν ἐπὶ τὸ αἰεί.

116. ἀντικρὺ δʼ ἀπάραξε ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα, ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις,” ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλʼ ὅτε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος) ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι “ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν” ὡς ἐγένετο ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ κόλον δόρυ λέγει κατὰ συμπέρασμα· ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδναθέντος τοῦ δόρατος, ἐπεξηγεῖται. φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινὸς ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ. διὸ καὶ τὸ αὕτως πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. τινὲς δὲ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ λαμβάνουσιν· τῆλε γὰρ ἀπʼ αὐτοῦ.

117. *κόλον οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης· κἀγὼ δὲ συγκατατίθεμαι.

ἕως νῦν παῤ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ κόλοι λέγονται.

119, 120. * συναπτέον μέχρι τοῦ θεῶν. δύναται δὲ στίζεσθαι καὶ ἐπὶ τὸ ἀμύμονα.

120. * Ἀρίσταρχος κεῖρε, χωρὶς τοῦ ι· ἄλλοι δὲ κείρει.

οὕτως Ἀρίσταρχος κεῖρε, χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε, εἰς ἄπορον καθίστη τὰ τῆς μάχης, ὡς μηδὲν ἔχειν μήσασθαι.