Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

812. ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος. βέλος γοῦν κέκληκε διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν.

819. *ὅτι ὁμόλογον τῷ βεβλῆσθαι αὐτόν.

822. δούπησεν ὅτι ἐκ τῶν τοιούτων ἀπεδέξαντο οἱ γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθʼ ἑνὸς ἀντὶ τοῦ ἀποθανεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλʼ ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ τῶν ὅπλων.

827. πέφνοντα ὡς τέμνοντα· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει (“κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπεφνών Il. 17, 539), τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικῶς δὲ πέφνω πέφνῃς πέφνῃ καὶ “πέφνε γὰρ Ὀθρυονῆα” (Il. 13, 363), καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰς νων λέγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ν [*](9. ἀνατρέψαι Bekkerus] ἀνα- ρεξεδέξαντο Cobetus.) [*](22. πιπτόντων Bekkerus] πυκτευ- στρέγαι) [*](13. πρὸ τῶν ἀγώνων] πρῶτʼ ἀγῶν᾿ όντων) [*](19. ἀπεδέξαντο] ἀπεκδέξαντο. πα- ψόφον Bekkerus] φόβον)

122
σύμφωνον κατʼ ἐπιπλοκὴν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτεδὲ ἀξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι διὰ τί γάρ οὐ περισπᾷ, διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν.

828. *ὅτι οὕτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκεν.

842. *οὕτως διὰ τοῦ ε, σε προσέφη.

847. τοιοῦτοι δʼ εἴπερ ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσοντος, ἀλλʼ ἔτι μεστός ἐστι φρυάγματος καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.

850. πῶς τέσσαρας καταριθμήσας, Μοῖραν Ἀπόλλωνα Εὔφορβον Ἕκτορα, ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις: ἔστι δὲ λέγειν ὅτι τὴν Μοῖραν οὐ κατηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱὸς, ἀνδρῶν δʼ Εὔφορβος τρίτος· σὺ δέ με ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτατος ἐξεναρίζεις, ἵνʼ ᾖ πολλοστός.

ἀνδρῶν δʼ Εὔφορβος ἡ διπλῆ πρὸς τὸ ζητούμενον· τέσσαρας γὰρ προειπὼν ἐπιφέρει σὺ δέ με τρίτ ος. τὴν δὲ κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας.

854. *δαμέντʼ ἐκ πλήρους τὸ δαμέντα Ἀρίσταρχος.

πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα, ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος ; ὅτι κατʼ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39 c) “καὶ γάρ εἰμι ἐνταῦθα ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”

856. ψυχὴ δʼ ἐκ ῥεθέων ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον.

858. *διὰ τοῦ η τὸ τεθνηῶτα Ἀρίσταρχος.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](5. ἡ ἴσας μετοχὴ Lehrsius] ἡ ῖ μετοχὴ 28. *ἀπολογίᾳ] ἀπολογίαις)