Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. *οὐδʼ ἔλαθ καθ᾿ ὑπερβατὸν, οὐκ ἔλαθε δέ. οὐδʼ ἔλχχθʼ Ἀτρέος υἱόν Πατρόκλου πεσόντος πρῶτος αἴσθεται Μενέλαος· φησὶ γὰρ “ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς” (92). καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς διʼ αὑτὸν τελευτήσαντας μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει.

2. *Τρώεσσι ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων δαμασθείς. ἀμφίβολον πότερον Τρώεσσι συνήθως κατὰ ἐναλλαγὴν πτώσεως παρείληπται, ἀντὶ τοῦ Τρώων, ὡς, “Αἴαντι δὲ μάλιστα” (Il. 14, 459) ἀντὶ τοῦ Αἴαντος· καὶ ἔστι δαμεὶς ἐν Τρώων δηϊοτῆτι, ἐν τῇ τῶν Τρώων μάχῃ, ἢ ὡς τὸ “ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς” (Il. 22, 55), οὕτως Τρώεσσι δαμασθείς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμεὶς, ἢ ὑφʼ Ἕκτορος, ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι· καὶ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν τε Ἐκτορα καὶ τὸν Εὔφορβον· ὑφʼ οὗ μὲν γὰρ ἐβλήθη, ὑφʼ οὗ δὲ οὐτάσθη.

4. ἀμφὶ δʼ ἄῤ αὐτῷ βαῖνʼ τὸ σημεῖον πρὸς τὸ “ὃς Χρύσην ἀμφιβέβηκος” (Il. 1, 37). πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα, διὰ τὸ σκιρτητικὰ εἶναι· τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· οὐ γὰρ ἔφη, ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν, ἀλλὰ μήτηρ, τὸ φιλοστοργότατον ὄνομα.

5. κινυρὴ ἡ οἰκτρόφωνος· κινύρασθαι γὰρ τὸ θρηνεῖν. ὑφʼ ἓν δὴ προενεκτέον πρωτοτόκος κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. τὸ δὲ πρωτοτόκος, πρὸ τέλους ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως τεχθεῖσαν.

[*](3. Π.—αἴσθεται] εὖ Π.—αἰσθά. 26. ὥς τις Vill.] ὅστις)[*](28. οἰκτρόφωνος Vill.] οἰστρόφω-)[*](12. ὅτι addidit Cobetus. νος)[*](16. ἡ addidit Friedl. 32. πρώτως Vill.] πρῶτος)
124

7. *οἱ ὅτι ἀντὶ τοῦ οὖ, ὅ ἐστιν αὐτοῦ. Ζηνόδοτος πρόσθε δέ οὑ, κακῶς.

8. *τοῦ τοῦ Μενελάου, ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτερον.

9. οὐδʼ ἄρα Πάνθου υἱός ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, ἀλλʼ εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.

ἐυμμελία καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων.

14. *πρότερος ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἔνα ἡ σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ.

15. ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει “σχεδὸν οὔτασε Δάρδανος ἀνήρ” (Il. 16, 807).

19. * ὑπέρβιον εὐχετάασθαι ὑπερβίως αὐχεῖν, ὅ ἐστιν ὑπὲρ τὴν δύναμιν.

20. *διὰ τοῦ ᾱ αἱ Ἀριστάρχου παρδάλιος.