Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

600. * συναπτέον ἕως τοῦ ἀνήρ· τὸ γὰρ ὡς αἴτιον.

[*](3. ὅρα γοῦν—ὁρμῆσαι] v. Lehrs. 16. περὶ αὐτοῦ Cobetus] περὶ τοῦ l. 1. p. 308.)[*](εἰς τὸν addidit Cobetus. Sic p.)[*](9. πελέκεας—εἰῶμεν] πελέκεα αἰεὶ 118, 21. 120, 25. et alibi.)[*](32. Scholion defectum : v. κεἱωμεν)[*](11. Ἀριστιάρχου] ἀριστάρ Friedl. Nic. p. 244.)
116

604. *Λαόγονον τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ.

613. ἔγχεος, ἔνθα δʼ πειτʼ ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο καθάπαξ· ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο.

617. ὀρχηστήν περ ἐόντα εὐκίνητον κατὰ τὸν πόλεμον, ὅ ἐστι συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. ἐπυρρίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὁ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος.

618. τινὲς διαμπερὲς εἴ σʼ ἔβαλόν περ, ἵνʼ ᾖ, εἴ σε ἔβαλλον, διεπερόνησα ἄν. ἀλλʼ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαιυσε διαμπερέ ς οἷον εἰς αἰεί.

625. *δοίης ἐν ἄλλῳ δῴης.

633. ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει, πότερον ἐπὶ τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς, οὕτως καὶ τῶν μαχομένων, ὅπερ καὶ βούλεται, ὥστε τὸ ὄρωρε τὸν ἐνεστῶτα χρόνον σημαίνει.

ἐὰν γράφωμεν ὀρώρει, πάντα στίζομεν, βήσσῆς καὶ ἀκουή, καὶ δὶς ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν ὄρωρεν, ὑποστίζεσθαι δὲ βήσ σῃς καὶ ἀκουή, τὸ δὲ τῶν ἐπανειλῆφθαι, τῶνδʼ ὥστε.

*οὕτως ὀρώρει Ἀρίσταρχος.

*ἔν τισιν ὄρωρεν.

634. *ἀκουή Ἀριστοφάνης ἀϋτή.

635. εὐρυοδείης παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους λέξεως· διὸ ἐψίλωσαν. βραχὺ δὲ διασταλτέον εὐρυοδείης· διχόθεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς καὶ τῶν ὅπλων.

[*](3. ἄλογος] ὀβελάς Cobetus. unde in aliis ex gl. βεβήλοις.)[*](8. ἱερατική] Sic etiam Etym. M. 10. ἔβολλον et ἄν delet Friedl.)[*](p. 635. Rectum est σατυρική: v. 18. βούλεται] βέλτιον Cobetus.)[*](Thes. vol. 7 p. 238.)[*](25. Aristarchus haud dubie)[*](9. κωμικοῖς] κοσμικοῖς cod. Vat. legerat ὄρωρεν.)[*](915 in Philol. vol. 11 p. 170: *27. ἀϋτή] ἀϋτμή)
117

636. *ἄμεινον εἶχε, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο βοῶν εὐποιητάων, ἔξω τοῦ τε συνδέσμου.

χαλκοῦ τε ῥινοῦ τε ὅτι προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε· καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτὸ, ὡς “πυκνοὶ καὶ θαμέες” (Od. 12, 92) καὶ “πόλεμόν τε μάχην τε” (251)· ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ῥινοῦ βοῶν, τουτέστι τῶν ἀσπίδων.

βοῶν τʼ εὐποιητάων τὸ εὖ οὐ θέλουσι κατʼ ἰδίαν προφέρεσθαι, ἀλλʼ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν “εὐποιήτῃσι πύλῃσι” (Il. 5, 466) παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι. ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοῶν τε κατὰ τὸ πληθυντικόν.

638. * Ἀρίσταρχος κατὰ δοτικὴν, Σαρπηδόνι δίῳ.

οὐδʼ ἂν ἔτι φράδμων αἱ μὲν κοιναὶ κατʼ αἰτιατικὴν Σαρπηδόνα, αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον ἔγνω, ἵνʼ ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφει, Σαρπηδόνι δίῳ κατὰ δοτικὴν, βραχὺ διασταλτέον ἐπὶ τὸ δίῳ· τὸ γὰρ λεγόμενον, οὐδὲ ὁ πάνυ γνώριμος, φησὶ, καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι.

648. * ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου.

660. *βασιλῆα βεβλαμμένον τὸ ἦτορ, νεκρόν.

*γράφεται δεδαϊγμένον ἦτορ.

666. Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων “καὶ τότʼ ἄρʼ ἐξ Ἴδης προσέφη Σεὺς ὃν φίλον υἱοό,” ἵνʼ ἐκ τῆς Ἴδης προσφωνῇ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώ- μενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς Ἥρας.

668. οὕτως Ἀρίσταρχος, Σαρπηδόνι, κατὰ δοτικήν· Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους. παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι.

669. πολλὸν ἀποπροφέρων τινὲς τὴν ἀπό ἀναστρέφουσιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι οἳ [*](16. τὸν συνετὸν Bekk.] τῶν συνε- 29. Ἀρίσταρχος Σαρπηδόνα κατὰ δοτικὴν etiam in marg. inter. τῶν γράφει Bekk.] γράφη 30. κάθηρον Bekkerus] καθʼ ὅμηρον )

118
παρολκὴν ἐδέξαντο τῆς πρό, καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· “νώτου ἀποπροταμών” (Od. 8, 475)· “ἡ δὲ διαπρὸ Πηλιὰς ἤϊξε” (Il. 20, 276)· “περικρὸ γὰρ ἔγχει θῦεν” (699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι.

672. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς

673. *γράφεται θήσουσιν Λυκίης.

674. κασίγνητοι ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρηκεν αὐτοῦ ἀδελφούς.

677. ὅτι Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ.